ἔξοχα δ᾿ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως 190
πτοιηθεὶς ὑπ᾿ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
특히나 다른 자들보다도 고르튀스의 뉨프를 당신은 사랑하였다,
사슴을 잡는 눈이 좋은 브리토마르티스를: 한 때 미노스가 그 뉨프에 대한
사랑으로 흥분하여 크레테의 산맥들을 내달렸던.
ἐλλοφόνον : fawn-slaying.
πτοιηθεὶς : πτοέω aor. pass. part. excite.
κατέδραμεν : κατατρέχω aor. run down.

ἡ δ᾿ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾿ εἱαμενῇσιν· ὁ δ᾿ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
μέσφ᾿ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον 195
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ᾿ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾿ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ 200
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ᾿ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
그 뉨프는 어느 때엔 무성한 나무들 사이에 숨곤 하였고,
또 어느 때엔 강가의 초지에: 그는 아홉 달 동안 돌아다녔다
비탈들과 암벽들을 그리고도 괴롭힘을 그치지 않았다,
거의 붙잡히려던 그녀가 바다로 뛰어내릴 때까지
절벽 꼭대기에서 그리고 어부들의 그물들로 뛰어들 때까지,
그 그물들이 그녀를 구하였다: 그 이후로 퀴도니아인들은
그 님프를 딕튀나, 그 님프가 뛰어내렸던 산을
딕타이온이라 부르고, 제단들을 올렸고
제례를 한다:
ἐφοίτα : φοιτάω impf. go to and fro. roam wildly about.
μέσφα : μέχρι. until.
μαρπτομένη : μάρπτω mp. part. take hold of.
ἔνθορεν : ἐνθρῴσκω aor. leap in.
ἁλιήων : ἀλιεύς. fisher, seaman.
δίκτυα : net.
ἐσάωσαν : σαόω. σώζω. aor. save.
Οὖπι ἄνασσ᾿ εὐῶπι φαεσφόρε, καὶ δὲ σε κείνης
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. 205

καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾿ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾿ ἀέθλου.

καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σέ φασι 210
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι.

αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ᾿ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· †ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.

ᾔνησας δ᾿ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην 215
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.

οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾿ ἔτι θηρὸς ὀδόντας· 220
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.



  πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε, Χιτώνη 225
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.

Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾿ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, 230
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ᾿ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.

ἦ μὲν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾿ ἐνὶ Λούσοις 235
Ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾿ ἄγριον εἵλεο παίδων.

σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν κοτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμνῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
αὐταὶ δ᾿, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο 240
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ
(οὐ γάρ πω νέβρεια δι᾿ ὀστέα τετρήναντο,
ἔργον Ἀθηναίης ἐλάφῳ κακόν)· ἔδραμε δ᾿ ἠχώ 245
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.

κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δ᾿ οὔτι θεώτερον ὄψεται ἠώς
οὐδ᾿ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. 250

τῷ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾿ αὐτόν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.

ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν 255
οὔτ᾿ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.



  πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη.

μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ 260
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδ᾿ ἐλαφηβολίην μηδ᾿ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ὦτος,
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν), 265
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ.


-작성중-
    Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι 110
ἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,
ἐν δ᾽ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
튀톤을 잡은 처녀신 아르테미스여, 그대에게 황금으로 된
무장들과 허리띠를, 그리고 그대는 황금 전차에 멍에를 얹고,
어린 황금 사슴들에게 여신이여 그대는 ?χαλινά? 던졌다.
ἔντεα : arms, armour.
ἐζεύξαο : yoke, put to.
δίφρον : chariot-board.
κεμάδεσσι : κεμάς. young deer, pricket.

ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
어느 곳에서 그대를 처음 뿔이 솟은 전차가 태우기 시작하였는가?

Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. 115
트라키아의 하이모스에서, 그곳으로부터 북풍의 ?κατᾶιξ?
벌거벗은 이들에게 눈보라를 이끌고서 찾아든다.
ἀχλαίνοισι : ἄχλαινος. without cloak or mantle.
δυσαέα : stormy.
κρυμὸν : icy cold, frost.

ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
어디에서 그대 그 소나무를 잘랐는가, 어떤 불길로부터 불을 붙였는가?
ἥψαο : ἅπτω aor. B.kindle. set on fire.

Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ᾽ ἐνέηκας ἀυτμήν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
올륌포스의 뮈소스에서, 그대는 빛의 숨결을 불어 넣었다
사그라들지 않는, 그리고 아버지의 벼락들이 정제해낸.
ἐνέηκας :ἐνίημι
ἀσβέστου : unqenchable, inextinguishable.
ἀποστάζουσι : distil.

ποσσάκι δ᾽ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
?ποσσάκι? 여신이여 그대 얼마나 은빛 화살을 시험하였는가?
ἀργυρέοιο : ἀργύρεος gen. of silver.

πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, 120
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δρῦν,
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
σχέτλιοι: οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, 125
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
처음에는 느릅나무 쪽으로, 두 번째로 그대는 떡갈나무를 향하여 쏘아 보냈고,
다시 세 번째로 짐승을 향해, 네 번째엔 더 이상 나무를 향하지 않았으나,
그대는 나를 부정의한 자들의 폴리스로 던졌다, 그들은 그들 사이에서도
손님들 사이에서도 많은 죄악들을 저질렀다,

οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη 130
τετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται: οὐδ᾽ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο: ταὶ δὲ θυωρόν
εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται. 135

πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή:
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα 140
θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.

ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρηισθα: πάροιθέ γέ, πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην: νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλον 145
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα: θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνωι
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην 150
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
‘βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
οὔρεα βόσκεσθαι: τί κέ μιν πρόκες ἠὲ λαγωοί 155
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.

καὶ βόες ἀνθρώποισι κακὸν μέγα: βάλλ᾽ ἐπὶ καὶ τούς.’

ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.

οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
παύσατ᾽ ἀδηφαγίης: ἔτι οἱ πάρα νηδὺς ἐκείνη, 160
τῆι ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.

σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν: 165
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.

αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι: οἳ δέ σ᾽ ἐφ᾽ ἕδρην
πάντες ὁμῶς καλέουσι: σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.


    ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται 170
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ 175
τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίωι ἀροτῆρι:
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται
τέμνειν ὦλκα βαθεῖαν: ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον 180
ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.

τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; 185

εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.

νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.


-작성중-
ΕΙΣ ΑΡΤΕΜΙΝ

Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα· 5
'δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ,
δὸς δ᾿ ἰοὺς καὶ τόξα - ἔα πάτερ, οὔ σε φαρέτρην
οὐδ᾿ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς
αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾿ εὐκαμπὲς ἄεμμα· 10
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν᾿ ἄγρια θηρία καίνω.
아르테미스를 (노래하는 자들에게 가볍게 잊혀지지 않았으니)
우리 노래하자, 그녀에게 활들과 토끼사냥들이 보살핌 받고
대규모의 합창과 산들에서의 합창도 즐거움을 주는 것이며,
아버지가 두 무릎에 딸아이를 앉혀둘 때
아직 어린 그녀가 아버지에게 이런 말들을 하였다고 우리가 시작하여서:
'제게 영원한 처녀성을, 아버지, 지키도록 허락해 주소서,
그리고 여러 이름을, 포이보스가 저와 다투지 않도록,
그리고 화살들과 활들을 주소서 - 허락하소서 아버지, 당신께 화살통도
대단한 활도 저는 청하지 않습니다: 저에게 퀴클롶스들이 화살들을
조만간 가르쳐줄 것이고, 저에게 잘 굽은 활을:
하지만 불빛과 또한 무릎가지 오는
가장자리가 물든 키톤이 제 허리에 묶이도록 하소서, 제가 야생의 짐승들을 사냥할 수 있도록.
ἐλαφρὸν : light.
ἀειδόντεσσι : ἀείδω part. pl.dat.
λαγωβολίαι : hareshooting.
ἀμφιλαφὴς : bulky, huge.
ἄρχμενοι : ἄρχομενοι ψ(-όμενος ζ). corr. Blomfield.
ἐφεζομένη : ἐφέζομαι part. sit upon.

δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
제게 오케아노스의 딸들인 예순 명의 무희들을 주소서,
모두가 아홉살이 된, 아직 그 소녀들 모두가 허리띠를 차지 않은.

δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, 15
αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾿ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.
그리고 제게 신도들로 암니시우스 강의 스무 님프들을 주소서,
그들이 굽 높은 구두들을 그리고 언젠가 제가 더 이상 스라소니들도
수사슴들도 쏘지 못할 때, 빠른 사냥개들도 잘 보살필.

δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾿ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω, πόλεσιν δ᾿ ἐπιμείξομαι ἀνδρῶν 20
μοῦνον ὅτ᾿ ὀξείῃσιν ὑπ᾿ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ, ἀλλ᾿ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.' 25
그리고 저에게 모든 산들을 주소서: 제게 어떤 폴리스든 나눠 주소서
당신께서 지니신 어떤 도시든: 아르테미스가 도시로 내려감은 드문 일이기에:
저는 산들에 거주할 것이며, 사람들의 폴리스들과는 교류할 것입니다
오직 날카로운 산고들에 의하여 여인들이
괴로워하며 구원을 부르짖을 때에만, 이 여인들에게 운명의 여신들이
태어난 저를 먼저 돕도록 정하였습니다,
저를 낳으면서도 또 품고서도 어머니께서 고통받지 않으셨기에,
하지만 수고 없이 사랑받는 몸으로부터 내놓으셨기에.'
ἐπιμείξομαι : ἐπιμίγνυμι fut. med. to add to by mixing.

ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾿ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων· 'ὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης 30
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾿ ἐθελημός
αἰτίζεις, καὶ δ᾿ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
그렇게 따님은 말씀하시며 아버지의 수염에 닿고자 하셨으나,
헛되이 많은 손들을 뻗었습니다
그녀가 닿을 곳까지. 그리고 아버지께서는 웃으며 고개를 끄덕이셨고,
다독이며 말씀하셨습니다: "내게 이와 같은 여신들이
태어났을 때, 나는 질투하는 헤라가 분노하여 조금
염려하였다. 가져 가거라, 아이야, 바라는 이로서 네가
구하는 만큼의 모두를, 그리고 다른 더욱 대단한 것들도 아버지는 더욱이 선사할 것이다.

τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· 35
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.' ὣς ὁ μὲν εἰπών
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη 40
Λευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,
ἔνθεν ἐπ᾿ Ὠκεανόν· πολέας δ᾿ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. 45
너에게 세 번 열 폴리스들이 그리고 하나가 아닌 성탑이 따르도록 할 것이다,
너에게 세 번 열 개의 폴리스들이, 그것들이 다른 신을 영광스럽게 하지 않음이
알려질 것이다, 그러나 오로지 너만을 그리하고 아르테미스의 도시들이라 불리게 되리란 것이:
여러 폴리스들은 분담하였음이
내해의 섬들을 또한: 그리고 그 모든 폴리스들 안에
아르테미스의 제단들과 또한 성림들이 있게 되리라.' 그 분께서는 그렇게 말씀하시고
고갯짓하시어 마음에 들어 하셨다(고개를 끄덕이셨다). 그리고 소녀는 걸어갔다
숲이 우거진 크레타의 레우콘 산을 향하여,
그곳으로부터 오케아노스를 향하여: 그리고 그녀는 많은 뉨프들을 불렀으니,
모두가 아홉 해 된 뉨프들이었고, 모두가 아직 허리띠를 차지 않은 소녀들이었다:
거대한 카이라토스 강이 기뻐하였고, 테튀스가 기뻐하였고,
더 이상 레토의 여식에게 딸들을 시녀들로 보내지 않았다.

αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότ᾿ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ᾿ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. 50
그리고 곧 퀴클롭스들을 찾아갔다: 그들을 리파레 섬 안에서
발견하였다 (리파레는 새로운 이름이나, 이 때에는
멜리구니스라는 이름이었다) 헤파이스토스의 모루 위에서
붉게 달아오른 쇳덩이 주위에 선 그들을: 큰 일이 추진되고 있었기 때문이다:
그들은 포세이돈에게 말에게 물을 먹일 구유를 만들어 주었다.

αἱ νύμφαι δ᾿ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ᾿ ὑπ᾿ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾿ ἄημα 55
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,
εὖθ᾿ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον 60
ἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μυχθίσσειαν.
그리고 뉨프들은 두려워 하였으니, 무시무시한 괴물들을
오싸 산의 암벽들과 같은 그들을 보았을 때 (그들 모두에게 눈썹 아래로
번뜩이는 외눈들이 네 장의 소가죽 만한 구덩이에서
무섭게 아래로부터 쳐다보고 있는) 그리고 굉음을 들었을 때
울려대는 모루 위에 거대하고도 많은 돌풍들과
그들도 스스로 만들어내는 묵중한 신음소리를: 아이트네가 크게 소리쳤고,
시카니아인들의 자리 트리나크리에가 크게 소리쳤고, 접경의
이탈리에가 크게 소리 쳤고, 거대한 비명을 더하여 퀴르노스가 소리질렀기에,
그들이 망치들을 그들의 어깨 너머로 들어올려
용광로로부터 들끓는 구리든지 쇳덩이를
들어 올린 팔들로 찍어내면서 그들이 큰 소리로 소리질렀을 때.

τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾿ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
그로써 저들을 오케아노스의 딸들은 신경쓰지 않고 견뎌낼 수가 없었다
마주 보는 것도 그 굉음을 두 귀로 받아들이는 일도.

οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
οὐδέποτ᾿ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. 65
탓할 일이 아니다: 바로 저들을 특히나 더 이상 소녀가 아닌 여인들도
결코 몸서리치지 않고 복된 자들의 딸들도 볼 수 없다.

ἀλλ᾿ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης 70
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
하지만 소녀들 중 누군가가 어머니에게 반항하려 할 때,
어머니는 퀴클롭스들을 그녀의 딸에게 불러 들인다,
아르게나 스테로페를: 그러나 집의 안으로부터
헤르메스가 그으름 잿더미로 분칠하고 왔다:
곧 그 소녀를 그가 겁주었고, 그녀는 그녀를 낳아준 여인의
무릎 속으로 파고들었다 두 손을 두 눈 위에 두고서.

κοῦρα, σὐ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾿ ἔμολεν Λητώ σε μετ᾿ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, 75
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δ᾿ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾿ ἀλώπηξ.
소녀여, 당신은 하지만 더욱 일찍, 아직 세 살이 되기 전에,
레토 여신이 그대를 구부린 두 팔로 데리고 갔을 때,
선물들을 주려고 헤파이스토스가 불렀을 때,
브론테스가 당신을 강력한 무릎에 두었을 때,
거대한 가슴으로부터 그대가 늘어뜨린 수북한 털을 움켜쥐었고,
그대는 힘을 써 뽑았다: 지금도 아직까지 털이 없는
가슴의 한복판 부분이 남아 있으니, 사내의 관자놀이에
자리 잡아서 머리카락을 옴 진드기가 뜯은 때와 같다.

τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος· 80
'Κύκλωπες, κἠμοί τι Κυδώνιο εἰ δ᾿ ἄγε τόξον
ἠδ᾿ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
그로써 무척이나 과감한 그대는 바로 이 사내들을 그 다음에 불렀다:
'퀴클롭스들이여, 나에게도 어떤 퀴도니오스의 활을 그대들이 가져오라
화살들과 화살들을 위한 속이 빈 통도
만들어 두라: 왜냐하면 나 또한 아폴론과 마찬가지로 레토의 자식이기 때문이다.

αἰ δέ κ᾿ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.' 85
만일 나 또한 화살들로써 홀로 있는 맹수나 어떤 괴물 같은
짐승을 사냥한다면, 퀴클롭스들이 그것을 먹을 것이다.'

ἔννεπες· οἱ δ᾿ ἐτέλεσσαν· ἄφαρ δ᾿ ὡπλίσσαο, δαῖμον.
그대는 그렇게 말했다: 그리고 그들은 이루어냈다: 그리고 곧장 그대는 무장하였다, 신성한 이여.

-蟲-

+ Recent posts