{ΚΑΛ.} Πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.
소크라테스, 사람들은 전쟁과 전투에서 그런 식으로 나눠 가져야 한다고 말합니다.

{ΣΩ.} Ἀλλ' ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;
그럼 정말이지, 말마따나, 우린 늦은데다가 잔치가 끝난 뒤에 온 겐가?

{ΚΑΛ.} Καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.
그것도 매혹적인 잔치가 끝난 다음이지요: 방금 전까지 고르기아스께서 저희에게 많고도 아름다운 것들을 보여주셨으니 말입니다.

{ΣΩ.} Τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, [Stephanus page 447, section a, line 8] ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.
그렇지만 칼리클레스, 이렇게 된 건 이 사람 카이레폰 탓일세, 우리가 아고라에서 시간을 보낼 수밖에 없도록 만들었으니.

{ΧΑΙ.} Οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστ' ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.
아무 문제 없습니다, 소크라테스: 제가 또 갚아 드릴 테니까요. 고르기아스가 제 친구인지라, 만일 괜찮다면 지금 우리에게 보여줄 것이고, 당신께서 원하신다면 다음 기회에 그리할 테니 말입니다.

{ΚΑΛ.} Τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;
헌데 어떤가, 카이레폰? 소크라테스께서는 고르기아스께 이야기 듣기를 바라시는가?

{ΧΑΙ.} Ἐπ' αὐτό γέ τοι τοῦτο πάρεσμεν.
보다시피 바로 그걸 위해 우리가 여기 있다네.

{ΚΑΛ.} Οὐκοῦν ὅταν βούλησθε παρ' ἐμὲ ἥκειν οἴκαδε· παρ' ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.


{ΣΩ.} Εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλ' ἆρα ἐθελήσειεν ἂν [Stephanus page 447, section c, line 1] ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρ' αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.

{ΚΑΛ.} Οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτ' ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.

{ΣΩ.} Ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.

{ΧΑΙ.} Τί ἔρωμαι;

[Stephanus page 447, section d, line 1] {ΣΩ.} Ὅστις ἐστίν.

{ΧΑΙ.} Πῶς λέγεις;

{ΣΩ.} Ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω;

{ΧΑΙ.} Μανθάνω καὶ ἐρήσομαι. Εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;

{ΓΟΡ.} Ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν [Stephanus page 448, section a, line 3] οὐδὲν πολλῶν ἐτῶν.

{ΧΑΙ.} Ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.

{ΓΟΡ.} Πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.

{ΠΩΛ.} Νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν.

{ΧΑΙ.} Τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;

{ΠΩΛ.} Τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;

{ΧΑΙ.} Οὐδέν· ἀλλ' ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.

[Stephanus page 448, section b, line 3] {ΠΩΛ.} Ἐρώτα.

{ΧΑΙ.} Ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;

{ΠΩΛ.} Πάνυ γε.

{ΧΑΙ.} Ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.

{ΠΩΛ.} Ναί.

{ΧΑΙ.} Εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς [Stephanus page 448, section b, line 13] ἐκαλοῦμεν;

{ΠΩΛ.} Δῆλον ὅτι ζωγράφον.

{ΧΑΙ.} Νῦν δ' ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν;

{ΠΩΛ.} Ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.

[Stephanus page 448, section d, line 1] {ΣΩ.} Καλῶς γε, ὦ Γοργία, φαίνεται Πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.

{ΓΟΡ.} Τί μάλιστα, ὦ Σώκρατες;

{ΣΩ.} Τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.

{ΓΟΡ.} Ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν.

{ΣΩ.} Οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι, ἀλλὰ πολὺ ἂν ἥδιον σέ. δῆλος γάρ μοι Πῶλος καὶ ἐξ ὧν εἴρηκεν ὅτι τὴν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν [Stephanus page 448, section d, line 10] ἢ διαλέγεσθαι.

{ΠΩΛ.} Τί δή, ὦ Σώκρατες;

{ΣΩ.} Ὅτι, ὦ Πῶλε, ἐρομένου Χαιρεφῶντος τίνος Γοργίας ἐπιστήμων τέχνης, ἐγκωμιάζεις μὲν αὐτοῦ τὴν τέχνην ὥσπερ τινὸς ψέγοντος, ἥτις δέ ἐστιν οὐκ ἀπεκρίνω.

{ΠΩΛ.} Οὐ γὰρ ἀπεκρινάμην ὅτι εἴη ἡ καλλίστη;

{ΣΩ.} Καὶ μάλα. ἀλλ' οὐδεὶς ἐρωτᾷ ποία τις ἡ Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν· ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη [Stephanus page 449, section a, line 2] καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.


-작성중-

+ Recent posts