ἔξοχα δ᾿ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως 190
πτοιηθεὶς ὑπ᾿ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
특히나 다른 자들보다도 고르튀스의 뉨프를 당신은 사랑하였다,
사슴을 잡는 눈이 좋은 브리토마르티스를: 한 때 미노스가 그 뉨프에 대한
사랑으로 흥분하여 크레테의 산맥들을 내달렸던.
ἐλλοφόνον : fawn-slaying.
πτοιηθεὶς : πτοέω aor. pass. part. excite.
κατέδραμεν : κατατρέχω aor. run down.

ἡ δ᾿ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾿ εἱαμενῇσιν· ὁ δ᾿ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
μέσφ᾿ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον 195
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ᾿ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾿ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ 200
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ᾿ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
그 뉨프는 어느 때엔 무성한 나무들 사이에 숨곤 하였고,
또 어느 때엔 강가의 초지에: 그는 아홉 달 동안 돌아다녔다
비탈들과 암벽들을 그리고도 괴롭힘을 그치지 않았다,
거의 붙잡히려던 그녀가 바다로 뛰어내릴 때까지
절벽 꼭대기에서 그리고 어부들의 그물들로 뛰어들 때까지,
그 그물들이 그녀를 구하였다: 그 이후로 퀴도니아인들은
그 님프를 딕튀나, 그 님프가 뛰어내렸던 산을
딕타이온이라 부르고, 제단들을 올렸고
제례를 한다:
ἐφοίτα : φοιτάω impf. go to and fro. roam wildly about.
μέσφα : μέχρι. until.
μαρπτομένη : μάρπτω mp. part. take hold of.
ἔνθορεν : ἐνθρῴσκω aor. leap in.
ἁλιήων : ἀλιεύς. fisher, seaman.
δίκτυα : net.
ἐσάωσαν : σαόω. σώζω. aor. save.
Οὖπι ἄνασσ᾿ εὐῶπι φαεσφόρε, καὶ δὲ σε κείνης
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. 205

καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾿ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾿ ἀέθλου.

καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σέ φασι 210
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι.

αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ᾿ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· †ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.

ᾔνησας δ᾿ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην 215
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.

οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾿ ἔτι θηρὸς ὀδόντας· 220
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.



  πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε, Χιτώνη 225
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.

Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾿ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, 230
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ᾿ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.

ἦ μὲν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾿ ἐνὶ Λούσοις 235
Ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾿ ἄγριον εἵλεο παίδων.

σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν κοτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμνῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
αὐταὶ δ᾿, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο 240
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ
(οὐ γάρ πω νέβρεια δι᾿ ὀστέα τετρήναντο,
ἔργον Ἀθηναίης ἐλάφῳ κακόν)· ἔδραμε δ᾿ ἠχώ 245
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.

κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δ᾿ οὔτι θεώτερον ὄψεται ἠώς
οὐδ᾿ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. 250

τῷ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾿ αὐτόν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.

ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν 255
οὔτ᾿ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.



  πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη.

μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ 260
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδ᾿ ἐλαφηβολίην μηδ᾿ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ὦτος,
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν), 265
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ.


-작성중-

+ Recent posts