ἵπποι ταί φέρουσιν, ὅσον τ᾿ ἐπὶ θυμὸς ἱκάνοι,
    마음이 향하는 만큼까지 충분한, 나를 옮기는 그 암말들이,
    πέμπον, ἐπεί μ᾿ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι
    보냈노라, 여러 목소리의 길로 걸어간 나를 그 신성한 말들이
    δαίμονες, ἣ κατὰ πάντ᾿ ἄστη φέρει εἰδότα φῶτα·
    이끌었기에, 그 길은 모든 도시들로 아는 자를 이끄는 길이다.
    τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι
    그 길로 이끌렸노라. 그 길로 잘 길들여진 말들이 나를 이끌었다,
5  ἅρμα τιταίνουσαι, κοῦραι δ᾿ ὁδὸν ἡγεμόνευον.
    전차를 몰아서, 그리고 소녀들이 길을 지키고 있었다.
    ἄξων δ᾿ ἐν χνοίηισιν ἵει σύριγγος αὐτήν
   
    αἰθόμενος (δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
   
    κύκλοις ἀμφοτέρωθεν), ὅτε σπερχοίατο πέμπειν
   
    Ἡλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,
   
10 εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας.
   
    ἔνθα πύλαι Νυκτός τε καὶ Ἤματός εἰσι κελεύθων,
   
    καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
   
    αὐταὶ δ᾿ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις·
   
    τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς.
15 τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν.
   
    πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
   
    ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
   
    χάσμ᾿ ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους
   
    ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι
   
20 γόμφοις καὶ περόνηισιν ἀρηρότε· τῇ ῥα δι᾿ αὐτέων
   
    ἰθὺς ἔχον κοῦραι κατ᾿ ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
   
    καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
   
    δεξιτερὴν ἕλεν, ὧδε δ᾿ ἔπος φάτο καί με προσηύδα·
   
    ὦ κοῦρ᾿ ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
   
25 ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ,
   
    χαῖρ᾿, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι
   
    τήνδ᾿ ὁδόν (ἦ γὰρ ἀπ᾿ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν),
   
    ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι
   
    ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
   
30 ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
   
    ἀλλ᾿ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα
   
    χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.
   
   
-작성중-


+ Recent posts