Τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον †ηποτ† ἀείσεις
Δῆλον Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι· Δῆλος δ᾿ ἐθέλει τὰ πρῶτα φέρεσθαι
ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα 5
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη.
  그 성지를, 마음이여, 어떤 시간 동안에 혹은 어느 때에(ἢ πότ᾿) 너는 노래할 것인가
아폴론의 보모 델로스를? 그 곳을 모든
퀴클라데스(둘러싼 섬들), 바다에 놓인 섬들 중에 가장 성스러운 섬들은,
찬양한다: 그러나 델로스는 최초의 것들이 주어지기를 바란다
무사이 여신들로부터, 시가들의 수호자인 포이보스를
씻기고 또한 감쌌으며 신으로서 처음으로 찬미하였기에.
κουροτρόφον : nursing mother.

ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
무사이 여신들이 핌플레이아가 부르지 않은 노래를
싫어하듯이, 그렇게 포이보스는 누구든 델로스를 잊은 자를.

Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης. 10
이제 델로스에게 내가 노래의 일부를 나누어 주리라, 그리하여
퀸투스 산의 아폴론이 그의 친애하는 보모에 마음을 쓴 나를 칭찬하도록.


  κείνη δ᾿ ἠνεμόεσσα καὶ ἄτροπος †οἷά θ᾿† ἁλιπλήξ
αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντῳ ἐνεστήρικται· ὁ δ᾿ ἀμφί ἑ πουλὺς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
τῷ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. 15
  저 델로스는

ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι,
ὁππότ᾿ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
νῆσοι ἀολλίζονται, ἀεὶ δ᾿ ἔξαρχος ὁδεύει.

ἡ δ᾿ ὄπιθεν Φοίνισσα μετ᾿ ἴχνια Κύρνος ὀπηδεῖ
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλονπιήων 20
Σαρδώ θ᾿ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ᾿ ἐπιβάθρων.

κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
Δῆλος δ᾿ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;

τείχεα μὲν καὶ λᾶες ὑπὸ ῥιπῆς κε πέσοιεν 25
Στρυμονίου βορέαο· θεὸς δ᾿ ἀεὶ ἀστυφέλικτος·
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.


  εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίῃ ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;

ἣ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων 30
ἄορι τριγλώχινι τό οἱ Τελχῖνες ἔτευξαν
νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας
ἐκ νεάτων ὤχλισσε καὶ ἐισεκύλισε θαλάσσῃ;

καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν᾿ ἐπείροιο λάθωνται,
πρυμνόθεν ἐρρίζωσε· σὲ δ᾿ οὐκ ἔθλιψεν ἀνάγκη, 35
ἀλλ᾿ ἄφετος πελάγεσσιν ἐπέπλεες· οὔνομα δ᾿ ἦν τοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.

τόφρα δ᾿ ἔτ᾿ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.

πολλάκι σε Τροιζῆνος ἀπὸ †ξάνθοιο πολίχνης 40
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
οἱ μὲν ἔτ᾿ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ᾿ ὀξύν
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ᾿ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ 45
μέσφ᾿ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν
Παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.

ἡνίκα δ᾿ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες, 50
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ᾿ ἔθεντο,
οὕνεκεν οὐκέτ᾿ ἄδηλος ἐπέπλεες, ἀλλ᾿ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.


  οὐδ᾿ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας 55
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.

τῷ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί 60
γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
ἡ δ᾿ ἐπὶ νησάων ἑτέρη σκοπὸς αἰπιάων 65
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.

ἔνθ᾿ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.

φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ᾿ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ᾿ ὁ γέρων μετόπισθε Φενειός, 70
φεῦγε δ᾿ ὅλη Πελοπηῒς ὅση παρακέκλιται Ἰσθμῷ,
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.

φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δ᾿ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι 75
Ἰσμηνοῦ χέρα πατρός, ὁ δ᾿ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.

ἡ δ᾿ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην 80
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαὶ εἴπατε Μοῦσαι,
ἦ ῥ᾿ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;

'Νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
Νύμφαι δ᾿ αὖ κλαίουσιν, ὅτε δρυσὶ μηκέτι φύλλα.'


  -작성중-

+ Recent posts