Ⅳ.7.11.

Περὶ τοιούτου χρήματος τίς ἂν ἀμφισβητοίη νοῦν ἔχων, ὡς οὐκ ἀθάνατον;
이러한 것들에 관하여 제정신을 한 누가 논쟁을 삼겠는가, 불멸하는 것이 아니라고?
ᾧ πάρεστι μὲν ἐξ ἑαυτοῦ ζωή, ἣν οὐχ οἷόν τε ἀπολέσθαι· πῶς γὰρ οὐκ ἐπίκτητόν γε οὖσαν οὐδ᾿ αὖ οὕτως ἔχουσαν, ὡς τῷ πυρὶ ἡ θερμότης πάρεστι;
그 곁에 그 자체로부터 나오는 생명이 있다, 파괴되는 그런 것이 아닌 생명이: 왜냐하면 어찌 덧붙여진 것이 아니면서 또 그러한 처지도 아니겠는가, 온기가 불에 곁하는 것처럼?
λέγω δὲ οὐχ ὡς ἐπακτὸν ἡ θερμότης τῷ πυρί, ἀλλ᾿ ὅτι, ἐι καὶ μὴ τῷ πυρί, ἀλλὰ τῇ ὑποκειμένῃ τῷ πυρὶ ὕλῃ.
그러나 나는 온기가 불에 부과된 것이라 말하는 게 아니라, 다음과 같은 것이다. 즉 만일 불에게도 아니라면, 불에 아래 놓이는 질료에게(온기가 부과된 것이라는 것).
ταύτῃ γὰρ καὶ διαλύεται τὸ πῦρ.
왜냐하면 불은 이 질료로 분해되기 때문이다.
ἡ δὲ ψυχὴ οὐχ οὕτω τὴν ζωὴν ἔχει, ὡς ὕλην μὲν οὖσαν ὑποκεῖσθαι, ζωηὴν δὲ ἐπ᾿ αὐτῇ γενομένην τὴν ψυχὴν ἀποδεῖξαι.
그러나 영혼은 그렇게 생명을 지니지 않는다, 질료가 있고서 아래 놓이는 것처럼, 그러나 그 자체에 생명을 영혼이 산출하는 일이 이루어진다.
ἢ γὰρ οὐσία ἐστὶν ἡ ζωή, καὶ ἔστιν οὐσία ἡ τοιαύτη παρ᾿ αὑτῆς ζῶσα - ὅπερ ἐστίν, ὃ ζητοῦμεν, ἡ ψυχή - καὶ τοῦτο ἀθάνατον ὁμολογοῦσιν, ἢ ἀναλύσουσιν ὡς σύνθετον καὶ τοῦτο πάλιν, ἕως ἂν εἰς ἀθάνατον ἔλθωσι παρ᾿ αὑτοῦ κινούμενον, ᾧ μὴ θέμις θανάτου μοῖραν δέχεσθαι.
혹은 생명은 실체이고, 또 그 자체로 살아 있는 이러한 생명이 실체이며 - 우리가 추구하는 바로 그 영혼과 같이 - 또 이것을 사람들은 불멸한다 동의하고, 혹은 결합물처럼 이것도 그들이 다시 분해해 나악나다, 그 자체로 움직이는 불멸하는 것에 이를 때까지, 그것에 죽음의 운명이 부과되는 것이 적절치 않은.
ἢ πάθος ἐπακτὸν τῇ ὕλῃ λέγοντες τὴν ζωήν, παρ᾿ ὅτου τοῦτο τὸ πάθος ἐλήλυθεν εἰς τὴν ὕλην, αὐτὸ ἐκεῖνο ἀναγκασθήσονται ὁμολογεῖν ἀθάνατον εἶναι, ἄδεκτον ὂν τοῦ ἐναντίου ᾧ ἐπιφέρει.

ἀλλὰ γάρ ἐστι μία φύσις ἐνεργείᾳ ζῶσα.


12.

Ἔτι εἰ πᾶσαν φήσουσι φθαρτήν, πάλαι ἂν ἔδει πάντα ἀπολωλέναι· εἰ δὲ τὴν μέν, τὴν δ᾿ οὔ, οἷον τὴν τοῦ παντὸς ἀθάνατον εἶναι, τὴν δ᾿ ἡμετέραν μή, λεκτέον αὐτοῖς τὴν αἰτίαν.

ἀρχή τε γὰρ κινήσεως ἑκατέρα, καὶ ζῇ παρ᾿ αὑτῆς ἑκατέρα, καὶ τῶν αὐτῶν τῷ αὐτῷ ἐφάπτεται νοοῦσα τά τε ἐν τῷ οὐρανῷ τά τε οὐρανοῦ ἐπέκεινα καὶ πᾶν ὅ ἐστι κατ᾿ οὐσίαν ζητοῦσα καὶ μέχρι τῆς πρώτης ἀρχῆς ἀναβαίνουσα.

ἥ τε δὲ παρ᾿ αὑτῆς ἐκ τῶν ἐν αὐτῇ θεαμάτων κατανόησις αὐτοεκάστου καὶ ἐξ ἀναμνήσεως γιγνομένη πρὸ σώματός τε αὐτῇ δίδωσι τὸ εἶναι καὶ ἀιδίοις ἐπιστήμαις κεχρημένην ἀίδιον καὶ αὐτὴν εἶναι.

πᾶν τε τὸ λυόμενον σύνθεσιν εἰς τὸ εἶναι εἰληφὸς ταύτῃ διαλύεσθαι πέφυκεν, ᾗ συνετέθη.

ψυχὴ δὲ μία καὶ ἁπλῆ ἐνεργείᾳ οὖσα ἐν τῷ ζῆν φύσις· οὐ τοίνυν ταύτῃ φθαρήσεται.

ἀλλ᾿ ἄρα μερισθεῖσα κερματιζομένη ἀπόλοιτο ἄν.

ἀλλ᾿ οὐκ ὄγκος τις οὐδὲ ποσόν, ὡς ἐδείχθη, ἡ ψυχή.

ἀλλ᾿ ἀλλοιωθεῖσα ἥξει εἰς φθοράν.

ἀλλ᾿ ἡ ἀλλοίωσις φθείρουσα τὸ εἶδος ἀφαιρεῖ, τὴν δὲ ὕλην ἐᾷ· τοῦτο δὲ συνθέτου πάθος.

εἰ οὖν κατὰ μηδὲν τούτων οἷόν τε φθείρεσθαι, ἄφθαρτον εἶναι ἀνάγκη.


-작성중-

+ Recent posts