ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος
πόντου τ᾿ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾿ ἔασιν,
ἀργαλέ᾿ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός,
ἀστεμφὲς ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
Τιτῆνες ναίουσι, πέρην χάεος ζοφεροῖο.
αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
δώματα ναιετάουσιν ἐπ᾿ Ὠκεανοῖο θεμέθλοις,
Κόττος τ᾿ ἠδὲ Γύγης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
γαμβρὸν ἑὸν πίησε βαρύκτυπος Ἐννοσίγαιος,
δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.

 αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ᾿ οὐρανοῦ ἐξέλασε Ζεύς,
ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
Ταρτάρου ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·
 그럼에도 제우스께서 티탄들을 하늘로부터 내치셨을 때,
가이아께서 가장 어린 자식인 끔찍한 튀포에우스를 낳으셨다
타르타로스와의 사랑 속에서 황금의 아프로디테를 통하여:
οὗ χεῖρες †μὲν ἔασιν ἐπ᾿ ἰσχύι ἔργματ᾿ ἔχουσαι,†
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
ἦν ἑκατὸν κεφαλαὶ ὄφιος δεινοῖο δράκοντος,
γλώσσῃσι δνοφερῇσι λελιχμότες· ἐν δέ οἱ ὄσσε
θεσπεσίῃς κεφαλῇσιν ὑπ᾿ ὀφρύσι πῦρ ἀμάρυσσεν·
그의 손들은 힘으로 하는 일들에 대해서 능한 팔들이었고,
다리들도 강한 신의 지치지 않는 다리들이었다: 그런데 어깨들 위로
백 개의 무서운 뱀의 머리들이 있었다,
검은 혀들로 날름거리며: 눈들은
불길한 소리를 내는 머리들에서 눈썹 아래에서 불을 번쩍였다:
[πασέων δ᾿ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·]
<그리고 모든 머리들로부터 불이 지켜보며 타올랐다:>
φωναὶ δ᾿ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι,
παντοίην ὄπ᾿ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
φθέγγονθ᾿ ὥς τε θεοῖσι συνιέμεν, ἄλλοτε δ᾿ αὖτε
ταύρου ἐριβρύχεω μένος ἀσχέτου ὄσσαν ἀγαύρου,
ἄλλοτε δ᾿ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
ἄλλοτε δ᾿ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ᾿ ἀκοῦσαι,
ἄλλοτε δ᾿ αὖ ῥοίζεσχ᾿, ὑπὸ δ᾿ ἤχεεν οὔρεα μακρά.
무시무시한 머리들 모두에 소리가 있었다,
형언할 수 없는 온갖 소리를 내면서: 즉 어느 때는
신들과 함께하는 것 처럼 소리를 냈고, 어느 때는 또
주체할 수 없는 힘의 당당한 황소의 우짖음의 소리를,
어느 때는 또 사나운 마음을 가진 사자의 [소리를],
어느 때는 다시 어린 개를 닮은 [소리를], 듣기에 놀라운 것들을,
어느 때는 다시 쏜살같은 [소리를], 긴 산들 아래로 소리가 났다.

-蟲-

+ Recent posts