ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, 775
δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
μακρῇσιν πέτρῃσι κατηρεφέ᾿· ἀμφὶ δὲ πάντῃ
κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
 그곳에 불멸하는 자들에게 미움받는 신이 산다,
두려운 스튁스, 되흐르는 오케아노스의 존귀한 딸이:
신들로부터 멀리 떨어져 영광스러운 집들에 살았다
기다란 바위로 덮힌: 모든 방향으로
은주들로 하늘을 향해 떠받치고 있었다.

παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις 780
†ἀγγελίη πωλεῖται ἐπ᾿ εὐρέα νῶτα θαλάσσης.
타우마스의 딸 작은 발들이 빠른 이리스는
대양의 드넓은 등 위에서 말을 전한다.

ὁππότ᾿ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται,
καί ῥ᾿ ὅστις ψεύδηται Ὀλύμπια δώματ᾿ ἐχόντων,
Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ, 785
ψυχρόν, ὅ τ᾿ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν·
다툼과 싸움이 불멸하는 이들 사이에 일어날 적에,
또 올륌포스에 거처를 지닌 자들 중 누구든 기만할 때에,
제우스는 신들의 위대한 맹약의 징표를 가져오도록 이리스를 보낸다
먼 곳으로부터 황금 그릇에 위대한 이름의 물,
차가운 물을, 높이 깎아지른 바위로부터 흘러 내리는 물을:
그 많은 물은 길 넓은 대지 아래에서
신성한 강으로부터 검은 밤을 지나 흐른다:
Ὠκεανοῖο κέρας, δεκάτη δ᾿ ἐπὶ μοῖρα δέδασται·
오케아노스의 뿔(지류)은, 열 갈래로 나뉜다:
ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης 790
δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
ἡ δὲ μί᾿ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.
아홉 줄기들은 대지와 바다의 드넓은 등을 둘러
은빛 소용돌이 치며 짠 바닷물로 떨어지고,
한 줄기는 바위로부터 흘러내린다, 거대한 불행이 신들에게(있도록:εἶναι? ὤν?).

ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· 795
거짓맹세를 흘려 그에 따라 서약하는 자라면
눈덮인 올륌포스의 정상을 차지한 불멸하는 자들 중에,
꼬박 한 해를 채워 숨도 못쉬고 눕는다:
οὐδέ ποτ᾿ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
στρωτοῖς ἐν λεχέεσσι, κακὸν δ᾿ ἐπὶ κῶμα καλύπτει.
결코 암브로시아와 넥타르의 음식의 더 가까이로 가지 못하나,
숨조차 쉬지 못하고 말도 못한 펼쳐진 자리들에 채 눕는다,
사악한 깊은 잠에 휩싸인다.
αὐτὰρ ἐπὴν νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν,
ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος· 800
그럼에도 불구하고 오랜 해를 지나 아픔을 끝낼 때,
다른 고난으로부터 더욱 어려운 또 다른 고난이 뒤를 잇는다:
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
οὐδέ ποτ᾿ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾿ ἐπὶ δαῖτας
ἐννέα πάντ᾿ ἔτεα· δεκάτῳ δ᾿ ἐπιμίσγεται αὖτις
†εἰρέας ἀθανάτων οἳ Ὀλύμπια δώματ᾿ ἔχουσι.
τοῖον ἄρ᾿ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ, 805
ὠγύγιον· τὸ δ᾿ ἵησι καταστυφέλου διὰ χώρου.
그는 아홉 해 동안 영원한 신들로부터 여의어지고,
회의는 물론이고 연회에도 함께 섞이지 못한다
꼬박 아홉 해 동안: 열 번째 해에 다시 함께 섞인다
†올륌포스에 거처들을 소유한 불멸하는 자들의 회의장에.
그리하여 스튁스의 불후의 물을 신들은 그러한 맹세의 증거로 세웠다,
오귀기오스의 물을: 그 물은 울퉁불퉁한 정해진 곳을 통해 계속 나아간다.

-蟲-

+ Recent posts