ᾧ δ᾿ ἐθέλῃ, μεγάλως παραγίνεται ἠδ᾿ ὀνίνησιν·

ἔν τ᾿ ἀγορῇ λαοῖσι μεταπρέπει, ὄν κ᾿ ἐθέλῃσιν·

ἠδ᾿ ὁπότ᾿ ἐσ πόλεμον φθισήνορα θωρήσσωνται
ἀνέρες, ἔνθα θεὰ παραγίνεται, οἷς κ᾿ ἐθέλῃσι
νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.

ἔν τε δίκῃ βασιλεῦσι παρ᾿ αἰδοίοισι καθίζει,
ἐσθλὴ δ᾿ αὖθ᾿ ὁπότ᾿ ἄνδρες ἀεθλεύωσ᾿ ἐν ἀγῶνι·

ἔνθα θεὰ καὶ τοῖς παραγίνεται ἠδ᾿ ὀνίνησι·

νικήσας δὲ βίῃ καὶ κάρτει, καλὸν ἄεθλον
ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.

ἐσθλὴ δ᾿ ἱππήεσσι παρεστάμεν, οἷς κ᾿ ἐθέλῃσιν·

καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
εὔχονται δ᾿ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
ῥεῖα δ᾿ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.

ἐσθλὴ δ᾿ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾿ ἀέξειν·

βουκολίας δὲ βοῶν τε καὶ αἰπόλια πλατέ᾿ αἰγῶν
ποίμνας τ᾿ εἰροπόκων ὀίων, θυμῷ γ᾿ ἐθέλουσα,
ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.

οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
πᾶσι μετ᾿ ἀθανάτοισι τετίμηται γεράεσσι.

θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾿ ἐκείνην
ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.

οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.


-작성중-

+ Recent posts