Νηρῆος δ᾿ ἐγένοντο μεγήριτα τέκνα θεάων 네레우스에게서 신들의 무수한 자식들이 태어났고,
πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, 불모의 바다에서 아름다운 머릿결의 도리스,
κούρης Ὠκεανοῖο τελήεντος ποταμοῖο,  오케아노스의 딸인 완전한 강,
Πρωθώ τ᾿ Εὐκράντη τε Σαώ τ᾿ Ἀμφιτρίτη τε 프로쏘와 에우크란테와 사오와 암피트리테와
Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε, 에우도레와 테티스와 갈레네와 글라우케와,
Κυμοθόη Σπειώ τε θοὴ Θαλίη τ᾿ ἐρόεσσα 퀴모토에 스페이오와 토에 사랑스런 탈리에와
Πασιθέη τ᾿ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς  파시테에와 에라토와 그리고 에우니케와 로도페퀴스와
καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ 또 우아한 멜리테도 에우리메네와 아가우에도
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε 도토와 프로토와 테루사와 뒤나메네와
Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια, 네사이에와 또 아크타이에와 프로토메데이아,
Δωρὶς καὶ Πανόπη καὶ εὐειδὴς Γαλάτεια 도리스와 파노페와 어여쁜 갈라테이아
Ἱπποθόη τ᾿ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς 사랑스런 힢포토에와 장밋빛 팔의 힢포노에
Κυμοδόκη θ᾿, ἣ κύματ᾿ ἐν ἠεροειδέι πόντῳ 퀴모도케, 그녀는 안갯빛 바다에서 조류와
πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ 세찬 바람들의 불어옴을 퀴마톨레게와 더불어
ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, 쉽사리 진정시킨다 아름다운 발목을 가진 암피트리테와 더불어,
Κυμώ τ᾿ Ἠιόνη τε ἐυστέφανός θ᾿ Ἁλιμήδη 퀴모오와 에이오네와 어여쁜 화환의 알리메데
Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια 웃음을 좋아하는 글라우코노메와 폰토포레이아
Λειαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια 레이아고레와 또 에우아고레와 라오메데이아
Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα 풀뤼노에와 또 아우토노에와 뤼시아낫사
Εὐάρνη τε φυὴν ἐρατὴ καὶ εἶδος ἄμωμος  사랑스럽게 자란 나무랄데 없는 모습의 아우아르네
καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη 그리고 아릿따운 몸매의 프사마테와 천상의 메닢페
Νησώ τ᾿ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε 네소와 에우폼페와 테미스토와 프로노에와
Νημερτής θ᾿, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. 네메르테스, 불멸하는 아버지의 마음을 가진.
αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο 나무랄데 없는 네레오스에게서 그녀들이 태어났다
κοῦραι πεντήκοντα, ἀμύμονα ἔργ᾿ εἰδυῖαι· 쉰 명의 소녀들(딸들)이, 나무랄데 없는 일들을 드러내는:

-蟲-

+ Recent posts