αἳ τότ' ἴσαν πρὸς Ὄλυμπον, ἀγαλλόμεναι ὀπὶ καλῇ,

ἀμβροσίῃ μολπῇ· /

περὶ δ' ἴαχε γαῖα μέλαινα

ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει

νισομένων πατέρ' εἰς ὅν· /

ὁ δ' οὐρανῷ ἐμβασιλεύει,

αὐτὸς ἔχων βροντὴν ἠδ' αἰθαλόεντα κεραυνόν,

κάρτει νικήσας πατέρα Κρόνον· /

εὖ δὲ ἕκαστα

ἀθανάτοις διέταξε νόμους καὶ ἐπέφραδε τιμάς.


ταῦτ' ἄρα Μοῦσαι ἄειδον Ὀλύμπια δώματ' ἔχουσαι,

ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,

Κλειώ τ' Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε

Τερψιχόρη τ' Ἐρατώ τε Πολύμνιά τ' Οὐρανίη τε

Καλλιόπη θ'· /

ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.


ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.


ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο

γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,

τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,

τοῦ δ' ἔπε' ἐκ στόματος ῥεῖ μείλιχα· /

οἱ δέ νυ λαοὶ

πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας

ἰθείῃσι δίκῃσιν· /

ὁ δ' ἀσφαλέως ἀγορεύων

αἶψά τι καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·

τούνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς

βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν· /


ἐρχόμενον δ' ἀν' ἀγῶνα θεὸν ὣς ἱλάσκονται

αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισι.

τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.


-작성중-

P.S. 맡은 분량.

+ Recent posts