αἵ νύ ποθ' Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,

ἄρνας ποιμαίνονθ' Ἑλικῶνος ὕπο ζαθέοιο.

τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·

"ποιμένες ἄγραυλοι, κάκ' ἐλέγχεα, γαστέρες οἶον,

ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

ἴδμεν δ' εὖτ' ἐθέλωμεν ἀληθέα γηρύσασθαι."

ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι,

καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον

δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν

θέσπιν, ἵνα κλείοιμι τά τ' ἐσσόμενα πρό τ' ἐόντα,

καί μ' ἐκέλονθ' ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,

σφᾶς δ' αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;

τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ

ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,

εἴρουσαι τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα,

φωνῇ ὁμηρεῦσαι, τῶν δ' ἀκάματος ῥέει αὐδὴ

ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς

Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

σκιδναμένῃ, ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

δώματά τ' ἀθανάτων· αἱ δ' ἄμβροτον ὄσσαν ἱεῖσαι

θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,

οἵ τ' ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·

-작성중-

+ Recent posts