[153a] Σωκράτης
ἥκομεν τῇ προτεραίᾳ ἑσπέρας ἐκ Ποτειδαίας ἀπὸ τοῦ στρατοπέδου, οἷον δὲ διὰ χρόνου ἀφιγμένος ἁσμένως ᾖα ἐπὶ τὰς συνήθεις διατριβάς. καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους. καί με ὡς [153b] εἶδον εἰσιόντα ἐξ ἀπροσδοκήτου, εὐθὺς πόῤῥωθεν ἠσπάζοντο ἄλλος ἄλλοθεν: Χαιρεφῶν δέ, ἅτε καὶ μανικὸς ὤν, ἀναπηδήσας ἐκ μέσων ἔθει πρός με, καί μου λαβόμενος+ τῆς χειρός+, ὦ Σώκρατες, ἦ δ' ὅς, πῶς ἐσώθης ἐκ τῆς μάχης; Ὀλίγον δὲ πρὶν ἡμᾶς ἀπιέναι μάχη ἐγεγόνει ἐν τῇ Ποτειδαίᾳ, ἣν ἄρτι ἦσαν οἱ τῇδε πεπυσμένοι.
소크라테스 : 우리는 이전 전날 밤 포테다이아로부터 진지에서 왔다, 시간이 지나 도착해서 나는 기쁘게 지인들이 시간을 보내는 곳으로 갔다. 그리고 또 바실레아 신전 바로 아래 타우레오스 레슬링장으로 들어갔고, 곧장 나는 실로 많은 이들을 알아봤다, 일부는 나에게는 모르는 사람들이고, 나머지는 거의 아는 사람들을 그리고 예상치 않게 들어서는 나를 본 듯, 그들이 당장에 멀리서 반갑게 환영했고 다른 이들은 다른 곳에서 (환영했다): 그런데 카이레폰은, 정말로 미친 사람처럼, 내 앞으로 습관적으로 뛰어올랐고, 나의 손을 잡고서, "소크라테스", 그가 말했다, "어떻게 그 전쟁에서 살아남으셨습니까? 여러분들이 떠나기 조금 전에 포테다이아에서 전쟁이 일어났습니다, 최근에 여기 사람들이 들었는데.
καὶ ἐγὼ πρὸς αὐτὸν ἀποκρινόμενος, Οὑτωσί, ἔφην, ὡς σὺ ὁρᾷς.
그리고 나는 그에게 대답하면서, "이렇게", 말했다, "그대가 보듯이."
καὶ μὴν ἤγγελταί γε δεῦρο, ἔφη, ἥ τε μάχη πάνυ ἰσχυρὰ [153c] γεγονέναι καὶ ἐν αὐτῇ πολλοὺς τῶν γνωρίμων τεθνάναι.
"그 뿐만 아니라 이곳으로 전해졌습니다", 그가 말했다, "그 전쟁이 매우 격렬하게 일어났다는 것과 그 전쟁에서 유명한 사람들(잘 알려진 사람들)이 죽었다는 것이."
καὶ μὴν : LS.1127. Ⅱ.2
ἤγγελταί : ἀγγέλλω. passive perfect.
καὶ ἐπιεικῶς, ἦν δ' ἐγώ, ἀληθῆ ἀπήγγελται.
"또한 알맞게", 내가 말했다, "진실이 전해졌습니다."
παρεγένου μέν, ἦ δ' ὅς, τῇ μάχῃ;
그러면 곁에 계셨습니까, 그가 말했다, 전쟁에?
παρεγένου : παραγίγνομαι.
παρεγενόμην.
δεῦρο δή, ἔφη, καθεζόμενος ἡμῖν διήγησαι: οὐ γάρ τί πω πάντα+ σαφῶς πεπύσμεθα. καὶ ἅμα με καθίζει ἄγων παρὰ Κριτίαν τὸν Καλλαίσχρου.
그러면 여기에, 그가 말했다, 앉아서 우리들에게 자세히 말해 주십시오: 왜냐하면 아직 무엇인가 모든 것을 정확하게 듣지 않았으니까요. 그리고 동시에 당신이 나를 칼라이스크로스의 크리티아스 곁에 앉도록 합니다.
καθεζόμενος : καθέζομαι sit down in, encamp.
διήγησαι : διηγέομαι. set out in detail.
οὐ γάρ : S.2805.b. is it not so?
πω : yet.
πεπύσμεθα : πέπυσμαι hear.
παρακαθεζόμενος οὖν+ ἠσπαζόμην τόν τε Κριτίαν καὶ τοὺς ἄλλους, καὶ διηγούμην αὐτοῖς τὰ ἀπὸ στρατοπέδου, ὅτι μέ [153d] τις ἀνέροιτο: ἠρώτων δὲ ἄλλος ἄλλο.
그러면 함께 앉아서 크리티아스와 다른 사람들을 반갑게 맞이하면서, 그리고 이들에게 진영으로부터의 것들을 자세히 이야기 함으로써,
ἠσπαζόμην : ἀσπάζομαι. wellcome.
ἐπειδὴ δὲ τῶν τοιούτων ἅδην+ εἴχομεν, αὖθις ἐγὼ αὐτοὺς ἀνηρώτων τὰ τῇδε, περὶ φιλοσοφίας ὅπως ἔχοι τὰ νῦν, περί τε τῶν νέων, εἴ τινες ἐν αὐτοῖς διαφέροντες ἢ σοφίᾳ ἢ κάλλει ἢ ἀμφοτέροις ἐγγεγονότες εἶεν. καὶ ὁ Κριτίας ἀποβλέψας [154a] πρὸς τὴν θύραν, ἰδών τινας νεανίσκους εἰσιόντας καὶ λοιδορουμένους ἀλλήλοις καὶ ἄλλον ὄχλον ὄπισθεν ἑπόμενον, περὶ μὲν τῶν καλῶν, ἔφη, ὦ Σώκρατες, αὐτίκα μοι δοκεῖς εἴσεσθαι: οὗτοι γὰρ τυγχάνουσιν οἱ εἰσιόντες πρόδρομοί τε καὶ ἐρασταὶ ὄντες τοῦ δοκοῦντος καλλίστου εἶναι τά γε δὴ νῦν, φαίνεται δέ μοι καὶ αὐτὸς ἐγγὺς ἤδη που εἶναι προσιών.
ἔστιν δέ, ἦν δ' ἐγώ, τίς τε καὶ τοῦ;
οἶσθά που σύ γε, ἔφη, ἀλλ' οὔπω ἐν ἡλικίᾳ ἦν πρίν σε [154b] ἀπιέναι, Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν.
οἶδα μέντοι νὴ Δία, ἦν δ' ἐγώ: οὐ γάρ τι φαῦλος οὐδὲ τότε ἦν ἔτι παῖς ὤν, νῦν δ' οἶμαί που εὖ μάλα ἂν ἤδη μειράκιον εἴη.
αὐτίκα, ἔφη, εἴσῃ καὶ ἡλίκος καὶ οἷος γέγονεν. καὶ ἅμα ταῦτ' αὐτοῦ λέγοντος ὁ Χαρμίδης εἰσέρχεται.
ἐμοὶ μὲν οὖν, ὦ ἑταῖρε, οὐδὲν σταθμητόν: ἀτεχνῶς γὰρ λευκὴ στάθμη εἰμὶ πρὸς τοὺς καλούς--σχεδὸν γάρ τί μοι πάντες οἱ ἐν τῇ ἡλικίᾳ καλοὶ φαίνονται--ἀτὰρ οὖν δὴ καὶ [154c] τότε ἐκεῖνος ἐμοὶ θαυμαστὸς ἐφάνη τό τε μέγεθος καὶ τὸ κάλλος, οἱ δὲ δὴ ἄλλοι πάντες ἐρᾶν ἔμοιγε ἐδόκουν αὐτοῦ-- οὕτως ἐκπεπληγμένοι τε καὶ τεθορυβημένοι ἦσαν, ἡνίκ' εἰσῄει--πολλοὶ δὲ δὴ ἄλλοι ἐρασταὶ καὶ ἐν τοῖς ὄπισθεν εἵποντο. καὶ τὸ μὲν ἡμέτερον τὸ τῶν ἀνδρῶν ἧττον θαυμαστὸν ἦν: ἀλλ' ἐγὼ καὶ τοῖς παισὶ προσέσχον τὸν νοῦν, ὡς οὐδεὶς ἄλλοσ' ἔβλεπεν αὐτῶν, οὐδ' ὅστις σμικρότατος ἦν, ἀλλὰ πάντες ὥσπερ ἄγαλμα ἐθεῶντο αὐτόν. καὶ ὁ [154d] Χαιρεφῶν καλέσας με, τί σοι φαίνεται ὁ νεανίσκος, ἔφη, ὦ Σώκρατες; οὐκ εὐπρόσωπος;
ὑπερφυῶς, ἦν δ' ἐγώ.
οὗτος μέντοι, ἔφη, εἰ ἐθέλοι ἀποδῦναι, δόξει σοι ἀπρόσωπος εἶναι: οὕτως τὸ εἶδος πάγκαλός ἐστιν.
συνέφασαν οὖν καὶ οἱ ἄλλοι ταὐτὰ ταῦτα+ τῷ Χαιρεφῶντι: κἀγώ, Ἡράκλεις, ἔφην, ὡς ἄμαχον λέγετε τὸν ἄνδρα, εἰ ἔτι αὐτῷ ἓν δὴ μόνον τυγχάνει προσὸν σμικρόν τι.
τί; ἔφη ὁ Κριτίας.
[154e] εἰ τὴν ψυχήν, ἦν δ' ἐγώ, τυγχάνει εὖ πεφυκώς. πρέπει δέ που, ὦ Κριτία, τοιοῦτον αὐτὸν εἶναι τῆς γε ὑμετέρας ὄντα οἰκίας.
ἀλλ', ἔφη, πάνυ καλὸς καὶ ἀγαθός ἐστιν καὶ ταῦτα.
τί οὖν, ἔφην, οὐκ ἀπεδύσαμεν αὐτοῦ αὐτὸ τοῦτο καὶ ἐθεασάμεθα πρότερον τοῦ εἴδους; πάντως γάρ που τηλικοῦτος ὢν ἤδη ἐθέλει διαλέγεσθαι.
καὶ πάνυ γε, ἔφη ὁ Κριτίας, ἐπεί τοι καὶ ἔστιν φιλόσοφός [155a] τε καί, ὡς δοκεῖ ἄλλοις τε καὶ ἑαυτῷ, πάνυ ποιητικός.
-작성중-