ΝΕ. ΣΩ. Οὐκ ἔστ᾿ ἀντειπεῖν παρά γε ἃ νῦν εἴρηται. 

 

ΞΕ. Καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον. 

 

ΝΕ. ΣΩ. Τὰ ποῖα εἶπες; 

 

ΞΕ. Ὡς οὐκ ἄν ποτε πλῆθος οὐδ᾿ ὡντινωνοῦν τὴν 

τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τ᾿ ἂν γένοιτο μετὰ νοῦ 

διοικεῖν πόλιν, ἀλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἓν 

ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δ᾿ 

ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον 

ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δ᾿ ἐπὶ τὰ αἰσχίω 

μιμουμένας ταύτην. 

 

ΝΕ. ΣΩ. Πῶς τί τοῦτ᾿ εἴρηκας; οὐδὲ γὰρ ἄρτι ῥηθὲν 

κατέμαθον τὸ περὶ τῶν μιμημάτων. 

 

ΞΕ. Καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν 

λόγον, αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νυνὶ 

γιγνόμενον ἁμάρτημα περὶ αὐτό. 

 

ΝΕ. ΣΩ. Ποῖον δή; 

 

ΞΕ. Τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ 

ῥᾴδιον ἰδεῖν· ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό. φέρε γάρ· 

ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἣν εἰρή-

καμεν, οἶσθ᾿ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταὐτης συγγράμμασι 

χρωμένας οὕτω σῴζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, 

καίπερ οὐκ ὀρθότατον ὄν; 

 

ΝΕ. ΣΩ. Τὸ ποῖον; 

 

ΞΕ. Τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν 

τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ 

πᾶσι τοῖς ἐσχάτοις. καὶ τοῦτ᾿ ἔστιν ὀρθότατα καὶ κάλλιστ᾿ 

ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ 

ῥηθέν· ᾧ δὲ τρόπῳ γεγονός ἐστι τοῦτο ὃ δὴ δεύτερον 

ἐφήσαμεν, διαπερανώμεθα. ἦ γάρ; 

 

ΝΕ. ΣΩ. Πάνυ μὲν οὖν. 

 

ΞΕ. Εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγ-

καῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας. 

 

ΝΕ. ΣΩ. Ποίας; 

 

ΞΕ. Τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν 

ἀντάξιον ἰατρόν. κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις 

αὐτοῖς πλασάμενοι. 

 

ΝΕ. ΣΩ. Ποῖόν τι; 

 

ΞΕ. Τοιόνδε, οἷον εἰ πάντες περὶ αὐτῶν διανοηθεῖμεν, 

ὅτι δεινότατα ὑπ᾿ αὐτῶν πάσχομεν· ὃν μὲν γὰρ ἄν ἐθελή-

σωσιν ἡμῶν τούτων ἑκάτεροι σῴζειν, ὁμοίως δὴ σῴζου-

σιν, ὃν δ᾿ ἂν λωβᾶσθαι βουληθῶσιν, λωβῶνται τέμνοντες 

καὶ κάοντες καὶ προστάττοντες ἀναλώματα φέρειν παρ᾿ 

ἑαυτοὺς οἷον φόρους, ὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ 

οὐδὲν ἀναλίσκουσιν, τοῖς δ᾿ ἄλλοις αὐτοί τε καὶ οἱ οἰκέται 

χρῶνται· καὶ δὴ καὶ τελευτῶντες ἢ παρὰ συγγενῶν ἢ παρά 

τινων ἐχθρῶν τοῦ κάμνοντος χρήματα μισθὸν λαμβάνοντες 

ἀποκτεινύασιν. οἵ τ᾿ αὖ κυβερνῆται μυρία ἕτερα τοιαῦτα 

ἐργάζονται, καταλείποντές τε ἔκ τινος ἐπιβουλῆς ἐν ταῖς 

ἀναγωγαῖς ἐρήμους, καὶ σφάλματα ποιοῦντες ἐν τοῖς 

πελάγεσιν ἐκβάλλουσιν εἰς τὴν θάλατταν, καὶ ἓτερα 

κακουργοῦσιν. εἰ δή, ταῦτα διανοηθέντες, βουλευσαίμεθα 

περὶ αὐτῶν βουλήν τινα, τούτων τῶν τεχνῶν μηκέτι ἐπι-

τρέπειν ἄρχειν αὐτοκράτορι μηδετέρᾳ μήτ᾿ οὖν δούλων 

μήτ᾿ ἐλευθέρων· συλλέξαι δ᾿ ἐκκλησίαν ἡμῶν αὐτῶν, ἢ 

σύμπαντα τὸν δῆμον ἢ τοὺς πλουσίους μόνον· ἐξεῖναι δὲ 

καὶ ἰδιωτῶν καὶ τῶν ἄλλων δημιουργῶν περί τε πλοῦ καὶ 

περὶ νόσων γνώμην συμβαλέσθαι, καθ᾿ ὅτι χρὴ τοῖς 

φαρμάκοις ἡμᾶς καὶ τοῖς ἰατρικοῖς ὀργάνοις πρὸς τοὺς 

κάμνοντας χρῆσθαι, καὶ δὴ καὶ τοῖς πλοίοις τε αὐτοῖς καὶ 

τοῖς ναυτικοῖς ὀργάνοις εἰς τὴν τῶν πλοίων χρείαν, καὶ 

περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων 

καὶ θαλάττης πέρι, καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ 

ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἓτερα 

τοιαῦτα· τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων, εἴτε τινῶν 298d5

 

-작성중-

 

 

+ Recent posts