5.


Ἔστι δ᾿ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος,

καὶ ἀνάγκη ὁμοίως αὐτοὺς ἄμφω ἢ εἶναι ἢ μὴ εἶναι· εἴτε

γὰρ τὰ δοκοῦντα πάντα ἐστὶν ἀληθῆ καὶ τὰ φαινόμενα,

ἀνάγκη εἶναι πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ (πολλοὶ γὰρ

τἀναντία ὑπολαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ                             10

δοξάζοντας ἑαυτοῖς διεψεῦσθαι νομίζουσιν· 

                                                          ὥστ᾿ ἀνάγκη τὸ

αὐτὸ εἶναί τε καὶ μὴ εἶναι), καὶ εἰ τοῦτ᾿ ἔστιν, ἀνάγκη τὰ

δοκοῦντα εἶναι πάντ᾿ ἀληθῆ (τὰ ἀντικείμενα γὰρ δοξάζουσιν

ἀλλήλοις οἱ διεψευσμένοι καὶ ἀληθεύοντες· εἰ οὖν ἔχει τὰ

ὄντα οὕτως, ἀληθεύσουσι πάντες). ὅτι μὲν οὖν ἀπὸ τῆς αὐτῆς                     15

εἰσὶ διανοίας ἀμφότεροι οἱ λόγοι, δῆλον· ἔστι δ᾿ οὐχ ὁ

αὐτὸς τρόπος πρὸς ἅπνατας τῆς ἐντεύξεως· οἱ μὲν γὰρ πει-

θοῦς δέονται οἱ δὲ βίας. 

                                ὅσοι μὲν γὰρ ἐκ τοῦ ἀπορῆσαι

ὑπέλαβον οὕτως, τούτων εὐΐατος ἡ ἄγνοια (οὐ γὰρ πρὸς τὸν

λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν)· ὅσοι                           20

δὲ λόγου χάριν λέγουσι, τούτων δ᾿ ἔλεγχος ἴασις τοῦ ἐν τῇ

φωνῇ λόγου καὶ τοῦ ἐν τοῖς ὀνόμασιν. 

                                                   ἐλήλυθε δὲ τοῖς δια-

ποροῦσιν αὕτη ἡ δόξα ἐκ τῶν αἰσθητῶν, ἡ μὲν τοῦ ἅμα

τὰς ἀντιφάσεις καὶ τἀναντία ὑπάρχειν ὁρῶσιν ἐκ ταὐτοῦ

γιγνόμενα τἀναντία· εἰ οὖν μὴ ἐνδέχεται γίγνεσθαι τὸ μὴ                          25

ὄν, προϋπῆρχεν ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν, ὥσπερ καὶ

Ἀναξαγόρας μεμῖχθαι πᾶν ἐν παντί φησι καὶ Δημόκρι-

τος· καὶ γὰρ οὗτος τὸ κενὸν καὶ τὸ πλῆρες ὁμοίως καθ᾿

ὁτιοῦν ὑπάρχειν μέρος, καίτοι τὸ μὲν ὂν τούτων εἶναι τὸ δὲ

μὴ ὄν.                                                                                            30

         πρὸς μὲν οὖν τοὺς ἐκ τούτων ὑπολαμβάνοντας ἐροῦμεν                  30

ὅτι τρόπον μέν τινα ὀρθῶς λέγουσι τρόπον δέ τινα ἀγνοοῦσιν·

τὸ γὰρ ὂν λέγεται διχῶς, ὥστ᾿ ἔστιν ὃν τρόπον ἐνδέχεται

γίγνεσθαί τι ἐκ τοῦ μὴ ὄντος, ἔστι δ᾿ ὃν οὔ, καὶ ἅμα τὸ

αὐτὸ εἶναι καὶ ὂν καὶ μὴ ὄν, ἀλλ᾿ οὐ κατὰ ταὐτὸ [ὄν]· δυ-

νάμει μὲν γὰρ ἐνδέχεται ἅμα ταὐτὸ εἶναι τὰ ἐναντία,                               35

ἐντελεχείᾳ δ᾿ οὔ. 

                       ἔτι δ᾿ ἀξιώσομεν αὐτοὺς ὑπολαμβάνειν

καὶ ἄλλην τινὰ οὐσίαν εἶναι τῶν ὄντων ᾗ οὔτε κίνησις ὑπάρ-

χει οὔτε φθορὰ οὔτε γένεσις τὸ παράπαν.

                                                      ―ὅμοιως δὲ καὶ

ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλή-                1009b1

λυθεν. τὸ μὲν γὰρ ἀληθὲς οὐ πλήθει κρίνεσθαι οἴονται

προσήκειν οὐδὲ ὀλιγότητι, τὸ δ᾿ αὐτὸ τοῖς μὲν γλυκὺ γευο-

μένοις δοκεῖν εἶναι τοῖς δὲ πικρόν, ὥστ᾿ εἰ πάντες ἔκαμνον

ἢ πάντες παρεφρόνουν, δύο δ᾿ ἢ τρεῖς ὑγίαινον ἢ νοῦν εἶχον,                   5

δοκεῖν ἂν τούτους κάμνειν καὶ παραφρονεῖν τοὺς δ᾿ ἄλλους οὔ·

ἔτι δὲ καὶ πολλοῖς τῶν ἄλλων ζῴων τἀναντία [περὶ τῶν αὐτῶν]

φαίνεσθαι καὶ ἡμῖν, καὶ αὐτῷ δὲ ἑκάστῳ πρὸς αὑτὸν οὐ

ταὐτὰ κατὰ τὴν αἴσθησιν ἀεὶ δοκεῖν. 

                                                ποῖα οὖν τούτων ἀληθῆ

ἢ ψευδῆ, ἄδηλον· οὐθὲν γὰρ μᾶλλον τάδε ἢ τάδε ἀληθῆ,                          10

ἀλλ᾿ ὁμοίως. διὸ Δημόκριτός γέ φησιν ἤτοι οὐθὲν εἶναι

ἀληθὲς ἢ ἡμῖν γ᾿ ἄδηλον. 

                                 ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν

φρόνησιν μὲν τὴν αἴσθησιν, ταύτην δ᾿ εἶναι ἀλλοίωσιν, τὸ

φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί

φασιν· ἐκ τούτων γὰρ καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος                           15

καὶ τῶν ἄλλων ὡς ἔπος εἰπεῖν ἕκαστος τοιαύταις δόξαις

γεγένηνται ἔνοχοι. καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας

τὴν ἕξιν μεταβάλλειν φησὶ τὴν φρόνησιν· "πρὸς παρεὸν

γὰρ μῆτις ἐναύξεται ἀνθρώποισιν." καὶ ἐν ἑτέροις δὲ λέγει

ὅτι "ὅσσον <δ᾿> ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ | καὶ τὸ                20

φρονεῖν ἀλλοῖα παρίστατο". 

                                      καὶ Παρμενίδης δὲ ἀποφαίνε-

ται τὸν αὐτὸν τρόπον· "ὡς γὰρ ἑκάστοτ᾿ ἔχει κρᾶσιν με-

λέων πολυκάμπτων, | τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ

γὰρ αὐτὸ | ἔστιν ὅπερ φρονέει, μελέων φύσις ἀνθρώποισιν |

καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα·" Ἀνα-                              25

ξαγόρου δὲ καὶ ἀπόφθεγμα μνημονεύεται πρὸς τῶν ἑταί-

ρων τινάς, ὅτι τοιαῦτ᾿ αὐτοῖς ἔσται τὰ ὄντα οἷα ἂν ὑπολά-

βωσιν. 

          φασὶ δὲ καὶ τὸν Ὅμηρον ταύτην ἔχοντα φαίνε-

σθαι τὴν δόξαν, ὅτι ἐποίησε τὸν Ἕκτορα, ὡς ἐξέστη ὑπὸ

τῆς πληγῆς, κεῖσθαι ἀλλοφρονέοντα, ὡς φρονοῦντας μὲν                         30

καὶ τοὺς παραφρονοῦντας ἀλλ᾿ οὐ ταὐτά. δῆλον οὖν ὅτι, εἰ

ἀμφότεραι φρονήσεις, καὶ τὰ ὄντα ἅμα οὕτω τε καὶ οὐχ

οὕτως ἔχει. 

                ᾗ καὶ χαλεπώτατον τὸ συμβαῖνόν ἐστιν· εἰ

γὰρ οἱ μάλιστα τὸ ἐνδεχόμενον ἀληθὲς ἑωρακότες―οὗτοι

δ᾿ εἰσὶν οἱ μάλιστα ζητοῦντες αὐτὸ καὶ φιλοῦντες―οὗτοι τοι-                   35

αύτας ἔχουσι τὰς δόξας καὶ ταῦτα ἀποφαίνονται περὶ

τῆς ἀληθείας, πῶς οὐκ ἄξιον ἀθυμῆσαι τοὺς φιλοσοφεῖν

ἐγχειροῦντας; τὸ γὰρ τὰ πετόμενα διώκειν τὸ ζητεῖν ἂν

εἴη τὴν ἀλήθειαν.                                                                    1010a1

                       ―αἴτιον δὲ τῆς δόξης τούτοις ὅτι περὶ τῶν            1010a1

ὄντων μὲν τὴν ἀλήθειαν ἐσκόπουν, τὰ δ᾿ ὄντα ὑπέλαβον

εἶναι τὰ αἰσθητὰ μόνον· ἐν δὲ τούτοις πολλὴ ἡ τοῦ ἀορίστου

φύσις ἐνυπάρχει καὶ ἡ τοῦ ὄντος οὕτως ὥσπερ εἴπομεν·

διὸ εἰκότως μὲν λέγουσιν, οὐκ ἀληθῆ δὲ λέγουσιν (οὕτω γὰρ                    5

ἁρμόττει μᾶλλον εἰπεῖν ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφά-

νην). 

       ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν,

κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε

τὸ πάντῃ πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν.


ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα                     10

τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ οἵαν

Κρατύλος εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ᾤετο δεῖν λέγειν

ἀλλὰ τὸν δάκτυλον ἐκίνει μόνον, καὶ Ἡρακλείτῳ ἐπετίμα

εἰπόντι ὅτι δὶς τῷ αὐτῷ ποταμῷ οὐκ ἔστιν ἐμβῆναι· αὐτὸς

γὰρ ᾤετο οὐδ᾿ ἅπαξ.                                                                       15

                            ἡμεῖς δὲ καὶ πρὸς τοῦτον τὸν λόγον                       15

ἐροῦμεν ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει ἔχει τινὰ

αὐτοῖς λόγον μὴ οἴεσθαι εἶναι, καίτοι ἔστι γε ἀμφισ-

βητήσιμον· τό τε γὰρ ἀποβάλλον ἔχει τι τοῦ ἀποβαλ-

λομένου, καὶ τοῦ γιγνομένου ἤδη ἀνάγκη τι εἶναι, ὅλως

τε εἰ φθείρεται, ὑπάρξει τι ὄν, καὶ εἰ γίγνεται, ἐξ οὗ                               20

γίγνεται καὶ ὑφ᾿ οὗ γεννᾶται ἀναγκαῖον εἶναι, καὶ τοῦτο

μὴ ἰέναι εἰς ἄπειρον. 

                           ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγω-

μεν, ὅτι οὐ ταὐτό ἐστι τὸ μεταβάλλειν κατὰ τὸ ποσὸν

καὶ κατὰ τὸ ποιόν· κατὰ μὲν οὖν τὸ ποσὸν ἔστω μὴ μένον,

ἀλλὰ κατὰ τὸ εἶδος ἅπαντα γιγνώσκομεν.                                            25

                                                       ἔτι δ᾿ ἄξιον                            25

ἐπιτιμῆσαι τοῖς οὕτως ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτῶν τῶν

αἰσθητῶν ἐπὶ τῶν ἐλαττόνων τὸν ἀριθμὸν ἰδόντες οὕτως

ἔχοντα περὶ ὅλου τοῦ οὐρανοῦ ὁμοίως ἀπεφήναντο· ὁ γὰρ

περὶ ἡμᾶς τοῦ αἰσθητοῦ τόπος ἐν φθορᾷ καὶ γενέσει διατε-

λεῖ μόνος ὤν, ἀλλ᾿ οὗτος οὐθὲν ὡς εἰπεῖν μόριον τοῦ παντός                   30

ἐστιν, ὥστε δικαιότερον ἂν δι᾿ ἐκεῖνα τούτων ἀπεψηφίσαντο

ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο. 

                                                  ἔτι δὲ δῆλον ὅτι

καὶ πρὸς τούτους ταὐτὰ τοῖς πάλαι λεχθεῖσιν ἐροῦμεν· ὅτι

γὰρ ἔστιν ἀκίνητός τις φύσις δεικτέον αὐτοῖς καὶ πειστέον

αὐτούς. καίτοι γε συμβαίνει τοῖς ἅμα φάσκουσιν εἶναι                           35

καὶ μὴ εἶναι ἠρεμεῖν μᾶλλον φάναι πάντα ἢ κινεῖσθαι·

οὐ γὰρ ἔστιν εἰς ὅ τι μεταβαλεῖ· ἅπαντα γὰρ ὑπάρχει

πᾶσιν.                                                                                1010b1

        ―περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον                1010b1

ἀληθές, πρῶτον μὲν ὅτι οὐδ᾿ <εἰ> ἡ αἴσθησις <μὴ> ψευδὴς τοῦ

γε ἰδίου ἐστίν, ἀλλ᾿ ἡ φαντασία οὐ ταὐτὸν τῇ αἰσθήσει. εἶτ᾿

ἄξιον θαυμάσαι εἰ τοῦτ᾿ ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι

τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα οἷα τοῖς ἄπωθεν φαί-                     5

νεται ἢ οἷα τοῖς ἐγγύθεν, καὶ πότερον οἷα τοῖς ὑγιαίνουσιν

ἢ οἷα τοῖς κάμνουσιν, καὶ βαρύτερα πότερον ἃ τοῖς ἀσθε-

νοῦσιν ἢ ἃ τοῖς ἰσχύουσιν, καὶ ἀληθῆ πότερον ἃ τοῖς κα-

θεύδουσιν ἢ ἃ ἐγρηγορόσιν. 

                                     ὅτι μὲν γὰρ οὐκ οἴονταί

γε, φανερόν· οὐθεὶς γοῦν, ἐὰν ὑπολάβῃ νύκτωρ Ἀθήνῃσιν                     10

εἶναι ὢν ἐν Λιβύῃ, πορεύεται εἰς τὸ ᾠδεῖον. ἔτι δὲ περὶ

τοῦ μέλλοντος, ὥσπερ καὶ Πλάτων λέγει, οὐ δήπου ὁμοίως

κυρία ἡ τοῦ ἰατροῦ δόξα καὶ ἡ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοῦ

μέλλοντος ἔσεσθαι ὑγιοῦς ἢ μὴ μέλλοντος. 

                                                        ἔτι δὲ ἐπ᾿ αὐ-

τῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ                  15

ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὑτῆς, ἀλλὰ περὶ μὲν χρώ-

ματος ὄψις, οὐ γεῦσις, περὶ δὲ χυμοῦ γεῦσις, οὐκ ὄψις·

ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτε φη-

σιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν. 

                                               ἀλλ᾿ οὐδὲ ἐν ἑτέρῳ

χρόνῳ περί γε τὸ πάθος ἠμφισβήτησεν, ἀλλὰ περὶ τὸ ᾧ                        20

συμβέβηκε τὸ πάθος. λέγω δ᾿ οἷον ὁ μὲν αὐτὸς οἶνος δό-

ξειεν ἂν ἢ μεταβαλὼν ἢ τοῦ σώματος μεταβαλόντος ὁτὲ

μὲν εἶναι γλυκὺς ὁτὲ δὲ οὐ γλυκύς· ἀλλ᾿ οὐ τό γε γλυκύ,

οἷόν ἐστιν ὅταν ᾖ, οὐδεπώποτε μετέβαλεν, ἀλλ᾿ ἀεὶ ἀλη-

θεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης τὸ ἐσόμενον γλυκὺ                    25

τοιοῦτον. 

             καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες,

ὥσπερ καὶ οὐσίαν μὴ εἶναι μηθενός, οὕτω μηδ᾿ ἐξ ἀνάγκης

μηθέν· τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως

ἔχειν, ὥστ᾿ εἴ τι ἔστιν ἐξ ἀνάγκης, οὐχ ἕξει οὕτω τε καὶ

οὐχ οὕτως.                                                                                 30

               ―ὅλως τ᾿ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν               30

εἴη μὴ ὄντων τῶν ἐμψύχων· αἴσθησις γὰρ οὐκ ἂν εἴη. τὸ

μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι μήτε τὰ αἰσθήματα ἴσως

ἀληθές (τοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι), τὸ δὲ τὰ

ὑποκείμενα μὴ εἶναι, ἃ ποιεῖ τὴν αἴσθησιν, καὶ ἄνευ αἰ-

σθήσεως, ἀδύνατον.                                                                     35

                           οὐ γὰρ δὴ ἥ γ᾿ αἴσθησις αὐτὴ ἑαυτῆς                    35

ἐστίν, ἀλλ᾿ ἔστι τι καὶ ἕτερον παρὰ τὴν αἴσθησιν, ὃ ἀνάγκη

πρότερον εἶναι τῆς αἰσθήσεως· τὸ γὰρ κινοῦν τοῦ κινουμένου

φύσει πρότερόν ἐστι, κἂν εἰ λέγεται πρὸς ἄλληλα ταῦτα,              1011a1

οὐθὲν ἧττον.



-작성중-


+ Recent posts