Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίγνονται οὕτω τιθε||μένοις·

τῷ μὲν γὰρ δυνατῷ εἶναι τὸ ἐνδέχεσθαι εἶναι, καὶ | τοῦτο ἐκείνῳ

ἀντιστρέφει, καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ | ἀναγκαῖον

εἶναι· τῷ δὲ δυνατῷ μὴ εἶναι καὶ ἐνδεχομένῳ μὴ | εἶναι τό τε μὴ

ἀναγκαῖον μὴ εἶναι καὶ τὸ οὐκ ἀδύνατον μὴ εἶναι, | τῷ δὲ μὴ

δυνατῷ εἶναι καὶ μὴ ἐνδεχομένῳ εἶναι τὸ ἀναγ||καῖον μὴ εἶναι καὶ

τὸ ἀδύνατον εἶναι, τῷ δὲ μὴ δυνατῷ μὴ | εἶναι καὶ μὴ ἐνδεχομένῳ

μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ | τὸ ἀδύνατον μὴ εἶναι. θεωρείσθω

δὲ ἐκ τῆς ὑπογραφῆς ὡς | λέγομεν· |


 δυνατὸν εἶναι

~임이 가능하다

 

 οὐ δυνατὸν εἶναι ||

~임이 가능하지 않다

 ἐνδεχόμενον εἶναι

~임이 허용된다

 

 οὐκ ἐνδεχόμενον εἶναι |

~임이 허용되지 않는다

 οὐκ ἀδύνατον εἶναι

~임이 불가능하지 않다

 

 ἀδύνατον εἶναι |

~임이 불가능하다

 οὐκ ἀναγκαῖον εἶναι

~임이 필연적이지 않다

 

 ἀναγκαῖον μὴ εἶναι |

~이지 않음이 필연적이다

 

 

 

 δυνατὸν μὴ εἶναι

~이지 않음이 가능하다

 

 οὐ δυνατὸν μὴ εἶναι |

~이지 않음이 가능하지 않다

 ἐνδεχόμενον μὴ εἶναι

~이지 않음이 허용된다

 

 οὐκ ἐνδεχόμενον μὴ εἶναι ||

~이지 않음이 허용되지 않는다

 οὐκ ἀδύνατον μὴ εἶναι

~이지 않음이 불가능하지 않다

 

 ἀδύνατον μὴ εἶναι |

이지 않음이 불가능하다

 οὐκ ἀναγκαῖον μὴ εἶναι

~이지 않음이 필연적이지 않다

 

 ἀναγκαῖον εἶναι |

~임이 필연적이다.


Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ | καὶ

δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ | μὲν

ἀντιφατικῶς, ἀντεστραμμένως δέ. τῷ μὲν γὰρ δυνατῷ εἶ||ναι ἡ

ἀπόφασις τοῦ ἀδυνάτου εἶναι, τῇ δὲ ἀποφάσει ἡ κα|τάφασις· τῷ

γὰρ οὐ δυνατῷ εἶναι τὸ ἀδύνατον εἶναι· κατάφα|σις γὰρ τὸ

ἀδύνατον εἶναι, τὸ δὲ οὐκ ἀδύνατον ἀπόφασις. |

그러므로 한편으로 불가능하다는 것과 불가능하지 않다는 

허용된다와 가능 그리고 허용되지 않는다와 가능하지 않다에 

한편으로는 반대되게, 다른 한편으로는 전환되는 방식으로 따른다. 

즉 ~임이 가능하다에는 ~임이 불가능하다에 대한 부정이, 그런데 

부정(~임이 가능하지 않다)에는 다시 긍정(~임이 불가능하다)이 

따른다. 왜냐하면 ~임이 가능하지 않다에는 ~임이 불가능하다가 

따르기 때문이다. 왜냐하면 ~임이 불가능하다는 긍정이지만, 

불가능하지 않다는 것은 부정이기 때문이다.

Τὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὴ ὅτι οὐχ οὕτως ἔχει,

| ἀλλ᾿ αἱ ἐναντίαι ἕπονται, αἱ δὲ ἀντιφάσεις χωρίς. οὐ γάρ ἐστιν ||

ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται |

γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον |

μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι.


Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν | ὁμοίως τοῖς ἑτέροις, ὅτι

ἐναντίως τὸ ἀδύνατον τῷ || ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνά-

μενον. εἰ γὰρ ἀδύνατον | εἶναι, ἀναγκαῖον τοῦτο οὐχὶ εἶναι, ἀλλὰ

μὴ εἶναι· εἰ δὲ ἀδύνα|τον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι. ὥστε εἰ

ἐκεῖνα ὁμοίως τῷ δυ|νατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ

σημαίνει γε ταὐτὸν | τό τε ἀναγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ᾿

ὥσπερ εἴρηται, ἀντ||εστραμμένως.


Ἢ ἀδύνατον οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀν|τιφάσεις; τὸ

μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ | μή, ἡ ἀπόφασις

ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀπο|φάναι. ὥστε εἰ μὴ

δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα | εἶναι τὸ ἀναγκαῖον

εἶναι, ὅπερ ἄτοπον.


Ἀλλὰ μὴν τῷ γε δυ||νατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκο-

λουθεῖ, τούτῳ δὲ τὸ μὴ | ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ

ἀναγκαῖον εἶναι μὴ ἀναγ|καῖον εἶναι, ὅπερ ἄτοπον.


Ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι | ἀκολουθεῖ τῷ δυνατὸν

εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι. τῷ μὲν | γὰρ <αὐτῷ> ἄμφω ἐν-

δέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἂν ἀλη||θὲς ᾖ, οὐκέτι

ἔσται ἐκεῖνα ἀληθῆ· ἅμα γὰρ δυνατὸν εἶναι καὶ | μὴ εἶναι· εἰ δὲ

ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν | ἄμφω.


Λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν | τῷ

δυνατὸν εἶναι. τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαίου | εἶναι.

καὶ γὰρ αὕτη γίγνεται ἀντίφασις τῇ ἐπομένῃ τῷ οὐ δυνα||τῷ εἶναι·

ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγ|καῖον μὴ εἶναι,

οὗ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι. ἀκο|λουθοῦσί τε ἄρα καὶ

αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον | τρόπον, καὶ οὐδὲν ἀδύ-

νατον συμβαίνει τιθεμένων οὕτως. |


Ἀπορήσειε δ᾿ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν || εἶναι

ἕπεται. εἴ τε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ | μὴ

δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφα|σιν,

ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι, ἅπερ ἄμφω ψευδῆ | κατὰ τοῦ

ἀναγκαίου εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι | δοκεῖ δυνατὸν

τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶ|ναι, ὥστε ἔσται τὸ

ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο | δὲ ψεῦδος. φανερὸν

<δὲ> δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι <ἢ μὴ εἶναι> [ἢ βαδί|ζειν] καὶ

τὰ ἀντικείμενα δύναται, ἀλλ᾿ ἔστιν ἐφ᾿ ὧν οὐκ ἀληθές. |


[Πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ

θερ|μαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. αἱ μὲν οὖν μετὰ λόγου ||

δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δὲ ἄλογοι | οὐ

πᾶσαι, ἀλλ᾿ ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν | καὶ

μή, οὐδὲ ὅσα ἄλλα ἐνεργεῖ ἀεί. ἔνια μέντοι δύναται καὶ | τῶν κατὰ

τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα· || ἀλλὰ τοῦτο μὲν

τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν | ἀντικειμένων,

οὐδὲ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος.]


Ἔνιαι δὲ | δυνάμεις ὁμώνυμοί εἰσιν. τὸ γὰρ δυνατὸν οὐχ

ἁπλῶς λέγε|ται, ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείᾳ ὄν, οἷον

δυνατὸν | βαδίζειν ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι

|| κατ᾿ ἐνέργειαν ὃ λέγεται εἶναι δυνατόν, τὸ δὲ ὅτι ἐνεργήσειεν |

ἄν, οἷον δυνατὸν βαδίζειν ὅτι βαδίσειεν ἄν. καὶ αὕτη | μὲν ἐπὶ τοῖς

κινητοῖς ἐστι μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ | τοῖς ἀκινήτοις.

ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ μὴ ἀδύνατον εἶναι | βαδίζειν ἢ εἶναι, καὶ

τὸ βαδίζον ἤδη καὶ ἐνεργοῦν καὶ τὸ βα||διστικόν. τὸ μὲν οὖν οὕτω

δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγ|καίου ἁπλῶς εἰπεῖν, θάτερον

δὲ ἀληθές. ὥστε, ἐπεὶ τῷ ἐν μέ|ρει τὸ καθόλου ἕπεται, τῷ ἐξ

ἀνάγκης ὄντι ἕπεται τὸ δύνα|σθαι εἶναι, οὐ μέντοι πᾶν. καὶ ἔστι

δὴ ἀρχὴ ἴσως τὸ ἀναγ|καῖον καὶ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ

μὴ εἶναι, καὶ || τὰ ἄλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ. |


[Φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κατ᾿ |

ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀίδια, καὶ ἐνέργεια δυ|νάμεως

προτέρα. καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, | οἷον αἱ

πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύ||σει πρότερα, τῷ

δὲ χρόνῳ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰ|σιν, ἀλλὰ δυνάμεις

μόνον.] |



-작성중-

+ Recent posts