Τούτων δὲ διωρισμένων σκεπτέον ὁπως ἔχουσιν αἱ ἀπο||φάσεις καὶ

καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι | καὶ μὴ δυνατὸν

καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον καὶ | περὶ τοῦ ἀδυνάτου τε

καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινάς. |


Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται

ἀν|τιφάσεις, ὅσα κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, οἷον || τοῦ

εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπον, οὐ τὸ εἶναι | μὴ

ἄνθρωπον, καὶ τοῦ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευ|κὸν

ἄνθρωπον, ἀλλ᾿ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον ― εἰ γὰρ | κατὰ

παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ φύλον ἔσται || ἀληθὲς εἰπεῖν

εἶναι μὴ λευκὸν ἄνθρωπον ―, εἰ δὲ τοῦτο οὕτως, | καὶ ὅσοις τὸ

εἶναι μὴ προστίθεται, τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ | τοῦ εἶναι λεγό-

μενον, οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρω|πος βαδίζει

ἀπόφασις ἔσται, ἀλλὰ τὸ οὐ βαδίζει ἄνθρωπος | ― οὐδὲν γὰρ δια-

φέρει εἰπεῖν ἄνθρωπον βαδίζειν ἢ ἄνθρωπον βα――δίζοντα εἶναι ―,

ὥστε εἰ οὕτω πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ― ἀπόφασις ἔσται τὸ

δυνατὸν μὴ εἶναι, ἀλλ᾿ οὐ τὸ μὴ δυνατὸν ― εἶναι.


Δοκεῖ δὲ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· | πᾶν γὰρ τὸ

δυνατὸν τέμνεσθαι ἢ βαδίζειν καὶ μὴ βαδίζειν | καὶ μὴ τέμνεσθαι

δυνατόν. λόγος δέ, ὅτι ἅπαν τὸ οὕτω δυ||νατὸν οὐκ ἀεὶ ἐνεργεῖ,

ὥστε ὑπάρξει αὐτῷ καὶ ἡ ἀπόφασις· | δύναται γὰρ καὶ μὴ βαδίζειν

τὸ βαδιστικὸν καὶ μὴ ὁρᾶσθαι | τὸ ὁρατόν.


Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι | τὰς ἀντι-

κειμένας φάσεις· οὐκ ἄρα τοῦ δυνατὸν εἶναι | τὸ δυνατὸν μὴ εἶναι

αὕτη ἀπόφασίς ἐστι. συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ || αὐτὸ φάναι

καὶ ἀποφάναι ἅμα καὶ κατὰ τοῦ αὐτοῦ, ἢ μὴ | κατὰ τὸ εἶναι καὶ

μὴ εἶναι τὰ προστιθέμενα γίγνεσθαι φάσεις | καὶ ἀποφάσεις. εἰ

οὖν ἐκεῖνο ἀδύνατον, τοῦτο ἂν εἴη αἱρετόν. |


Ἔστιν ἄρα ἀπόφασις τοῦ δυνατὸν εἶναι τὸ μὴ δυνατὸν εἶναι. |

ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ἐνδεχόμενον εἶναι· καὶ γὰρ || τούτου

ἀπόφασις τὸ μὴ ἐνδεχόμενον εἶναι. καὶ ἐπὶ τῶν ἄλλων | δὲ ὁμοιο-

τρόπως, οἷον ἀναγκαίου τε καὶ ἀδυνάτου. γίγνεται γάρ, | ὥσπερ

ἐπ᾿ ἐκείνων τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσθέσεις, τὰ δ᾿ | ὑποκείμε-

να πράγματα τὸ μὲν λευκός, τὸ δὲ ἄνθρωπος, οὕτως | ἐνταῦθα τὸ

μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίγνεται, || τὸ δὲ δύνασθαι

καὶ τὸ ἐνδέχεσθαι προσθέσεις διορίζουσαι, | ὥσπερ ἐπ᾿ ἐκείνων τὸ

εἶναι καὶ μὴ εἶναι τὸ ἀληθὲς καὶ τὸ | ψεῦδος, ὁμοίως αὗται ἐπὶ τοῦ

εἶναι δυνατὸν καὶ εἶναι οὐ δυνα|τόν.


Τοῦ δὲ δυνατὸν μὴ εἶναι ἀπόφασις | τὸ οὐ δυνατὸν μὴ εἶναι. ||

διὸ καὶ ἀκολουθεῖν | ἂν δόξαιεν ἀλλήλαις αἱ δυνατὸν εἶναι ― δυ-

νατὸν μὴ | εἶναι· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι· οὐ γὰρ

ἀντι|φάσεις ἀλλήλων αἱ τοιαῦται. | ἀλλὰ τὸ δυνατὸν εἶναι καὶ τὸ

μὴ δυνατὸν εἶναι οὐδέποτε || ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύονται·

ἀντίκεινται γάρ. οὐδέ γε τὸ | δυνατὸν μὴ εἶναι καὶ τὸ οὐ δυνατὸν

μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ | τοῦ αὐτοῦ ἀληθεύονται.


Καὶ καθόλου δέ, ὥσπερ εἴρηται, τὸ μὲν εἶναι καὶ μὴ | εἶναι δεῖ

τιθέναι ὡς τὰ ὑποκείμενα, κατάφασιν δὲ καὶ ἀπό||φασιν ταῦτα

ποιοῦντα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συνάπτειν. | καὶ ταύτας

οἴεσθαι χρὴ εἶναι τὰς ἀντικειμένας φάσεις, δυ|νατόν ― οὐ δυνα-

τόν, ἐνδεχόμενον ― οὐκ ἐνδεχόμενον, ἀδύνατον ― | οὐκ ἀδύνατον,

ἀναγκαῖον ― οὐκ ἀναγκαῖον, [ἀληθές ― οὐκ ἀληθές]. |




-작성중-

+ Recent posts