Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ᾿ ἑνὸς καταφά|ναι ἢ ἀποφάναι,

ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκεί||μενον, οὐκ ἔστι κατά-

φασις μία οὐδὲ ἀπόφασις. λέγω δὲ ἓν | οὐκ ἐὰν ὄνομα ἓν ᾖ κεί-

μενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων, οἷον | ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ

ζῷον καὶ δίπουν καὶ ἥμερον, ἀλλὰ | καὶ ἕν τι γίγνεται ἐκ τούτων·

ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου | καὶ τοῦ βαδίζειν οὐχ ἕν. ὥστε

οὔτε ἂν ἕν τι κατὰ τούτων κα||ταφήσῃ τις μία κατάφασις, ἀλλὰ

φωνὴ μὲν μία, κατα|φάσεις δὲ πολλαί, οὔτε ἐὰν καθ᾿ ἑνὸς ταῦτα,

ἀλλ᾿ ὁμοίως | πολλαί.

여럿에 대해서 하나를 혹은 하나에 대해 여럿을 긍정하는 것 또는 부정하는 것은,

그 여럿으로부터 결합되어 나온 것이 어떤 하나를 의미하는 것이 아니라면,

단일한 긍정으로도 단일한 부정으로도 있지 않을 것이다. 나는 제시된 이름이

하나일 경우, 그런데 저 여럿으로부터 나온 것은 어떤 하나가 아닐 경우에

하나라고 말하는 것이 아니다. 예를 들어 인간은 동물로도 있고 두 발 달린

것으로도 있으며 길들여진 것으로도 있을 것 같지만, 그러나 이것들로부터 나온

어떤 하나가 되기도 한다. 반면 흰 것과 인간과 걷는다는 것으로부터 어떤 하나가

되어 나오지는 않는다. 그래서 이런 것들에 대해 누군가가 어떤 하나를 긍정할

경우 단일한 긍정이 아니라, 음성은 하나이지만, 긍정은 여럿일 것이고, 이것들이

하나에 대한 것일 경우라도, 마찬가지로 여러 긍정들일 것이다. 

Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴ|τησις, ἢ

τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ | δὲ πρότασις

ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἂν εἴη μία ἀπόκρισις || πρὸς ταῦτα·

οὐδὲ γὰρ ἡ ἐρώτησις μία, οὐδ᾿ ἂν ᾖ ἀλη|θής. εἴρηται δὲ ἐν τοῖς

Τοπικοῖς περὶ αὐτῶν. ἅμα δὲ δῆλον | ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς

ἐστι διαλεκτική· δεῖ γὰρ δεδόσθαι | ἐκ τῆς ἐρωτήσεως ἐλέσθαι

ὁπότερον βούλεται τῆς ἀντιφάσεως | μόριον ἀποφήνασθαι· ἀλλὰ

δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι || πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ

οὐ τοῦτο. |

그러므로 만일 변증적 질문이 답을 요구한다면, 모순의 제시된 부분에 대한

답을 요구하든 남은 다른 부분에 대한 답을 요구하든, 그런데 그 제시된 쪽이

단일한 모순의 부분이라면, 이것들에 대한 단일한 답은 있을 수 없을 것이다.

왜냐하면 질문이 단일한 것도 아니고, 참일지라도 단일하지 않을 것이기 때문이다.

그런데 『토피카』에서 그것들에 관하여 논하였다. 그런데 동시에 "무엇" 질문이

변증적인 질문이지 않다는 것도 동시에 분명하다. 왜냐하면 그 질문으로부터

모순의 둘 중 어느 부분을 부정하기를 바라는지 선택하는 일이 허용되어야

하기 때문이다. 

Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα, ὡς ἓν τὸ | πᾶν

κατηγόρημα, τῶν χωρὶς κατηγορουμένων, τὰ δὲ οὔ, τίς ἡ |

διαφορά; κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς | ζῲον

καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἓν, καὶ ἄνθρωπον καὶ || λευκόν,

καὶ ταῦτα ὡς ἕν· ἀλλ᾿ οὐχί, εἰ σκυτεὺς καὶ ἀγαθός, | καὶ σκυτεὺς

ἀγαθός. εἰ γάρ, ὅτι ἑκάτερον ἀληθές, εἶναι δεῖ | καὶ τὸ συνάμφω,

πολλὰ καὶ ἄτοπα ἔσται. κατὰ γὰρ τοῦ | ἀνθρώπου καὶ τὸ ἄν-

θρωπος ἀληθὲς καὶ τὸ λευκόν, ὥστε καὶ τὸ | ἅπαν· πάλιν εἰ τὸ

λευκὸν αὐτό, καὶ τὸ ἅπαν, ὥστε ἔσται ἄν||θρωπος λευκὸς λευκός,

καὶ τοῦτο εἰς ἄπειρον· καὶ πάλιν || μουσικὸς λευκὸς βαδίζων, καὶ

ταῦτα πολλάκις πεπλεγμένα. | ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ

ἄνθρωπος, καὶ | Σωκράτης ἄνθρωπος, καὶ εἰ ἄνθρωπος καὶ δίπους,

| καὶ ἄνθρωπος δίπους. || ὅτι μὲν οὖν, εἴ τις ἁπλῶς θήσει τὰς

συμπλοκὰς γί|γνεσθαι, πολλὰ συμβαίνει λέγειν ἄτοπα, δῆλον·

ὅπως δὲ θε|τέον, λέγομεν νῦν.


Τῶν δὴ κατηγορουμένων, καὶ ἐφ᾿ οἷς κατ|ηγορεῖσθαι συμ-

βαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκός, | ἢ κατὰ τοῦ αὐτοῦ ἢ

θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται || ἕν· οἷον ἄνθρωπος λευκός

ἐστι καὶ μουσικός, ἀλλ᾿ οὐχ ἓν τό | λευκὸν καὶ τὸ μουσικόν·

συμβεβηκότα γὰρ ἄμφω τῷ αὐτῷ. | οὐδ᾿ εἰ τὸ λευκὸν μουσικὸν

ἀληθὲς εἰπεῖν, ὅμως οὐκ ἔσται τὸ | λευκὸν μουσικὸν ἕν τι· κατὰ

συμβεβηκὸς γὰρ τὸ λευκὸν μουσι|κόν, ὥστε οὐκ ἔσται τὸ λευκὸν

μουσικὸν ἕν τι. διὸ οὐδὲ ὁ σκυτεὺς || ἁπλῶς ἀγαθός, ἀλλὰ ζῷον

δίπουν· οὐ γὰρ κατὰ συμβεβη|κός. ἔτι οὐδ᾿ ὅσα ἐνυπάρχει ἐν τῷ

ἑτέρῳ. διὸ οὔτε τὸ λευκὸν | πολλάκις οὔτε ὁ ἄνθρωπος ἄνθρωπος

ζῲόν ἐστιν ἢ δίπους· ἐνυπ|άρχει γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν

καὶ τὸ ζῷον.


Ἀληθὲς | δὲ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς, οἷον τὸν

τινὰ <λευκὸν> ἄνθρω||πον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον

λευκόν· | οὐκ ἀεὶ δέ, ἀλλ᾿ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντι-

κει|μένων τι ἐνυπάρχῃ οἷς ἕπεται ἀντίφασις, οὐκ ἀληθές, ἀλλὰ |

ψεῦδος, οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖν, ὅταν δὲ |

μὴ ἐνυπάρχῃ, ἀληθές. ἢ ὅταν μὲν ἐνθπάρχῃ, ἀεὶ οὐκ ἀλη||θές, ὅταν

δὲ μὴ ἐνυπάρχῃ, οὐκ ἀεὶ ἀληθές, ὥσπερ Ὅμηρός | ἐστί τι, οἷον

ποιητής. ἆρ᾿ οὖν καὶ ἔστιν, ἢ οὔ; κατὰ συμβεβηκὸς | γὰρ

κατηγορεῖται τὸ ἔστιν τοῦ Ὁμήρου· ὅτι γὰρ ποιητής ἐστιν, | ἀλλ᾿

οὐ καθ᾿ αὑτό, κατηγορεῖται κατὰ τοῦ Ὁμήρου τὸ ἔστιν. |


Ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν

λόγοι || ἀντ᾿ ὀνομάτων λέγωνται, καὶ καθ᾿ ἑαυτὰ κατηγορεῖται

καὶ | μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθὲς |

ἔσται εἰπεῖν. τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν | τι·

δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν, ἀλλ᾿ ὅτι οὐκ ἔστιν. |

있지 않은 것이 생각된다는 점에서 무언가로 있는 것이라 말하는 것은

참이 아니다. 왜냐하면 그것(있지 않은 것)에 대한 생각(내용)은 "있다"라는 

점에서가 아니라 "있지 않다"라는 점에서 (있지 않은 것으로) 있기 때문이다. 


-작성중-

 

+ Recent posts