εἰ δ᾿ ἄγ᾿ ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας,
    αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι·
5   ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι,
    τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν·
    οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐὸν (οὐ γὰρ ἀνυστόν)
    οὔτε φράσαις.
     
      . . . τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι.

      λεῦσσε δ᾿ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως·
    οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι
    οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον
    οὔτε συνιστάμενον.

                                                ξυνὸν δέ μοί ἐστιν,
    ὁππόθεν ἄρξωμαι· τόθι γὰρ πάλιν ἵξομαι αὖθις.

      χρὴ τὸ λέγειν τε νοεῖν τ᾿ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
    μηδὲν δ᾿ οὐκ ἔστιν· τά σ᾿ ἐγὼ φράξεσθαι ἄνωγα.
    πρώτης γάρ σ᾿ ἀφ᾿ ὁδοῦ ταύτης διξήσιος <εἴργω>,
    αὐτὰρ ἔπειτ᾿ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
5   πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
    στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
    κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
    οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
    κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.

      οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ἐόντα·
    ἀλλὰ σὺ τῆσδ᾿ ἀφ᾿ ὁδοῦ διήσιος εἶργε νόημα
    μηδέ σ᾿ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,
    νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν
    καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον


-작성중-

+ Recent posts