{ΘΕΑΙ.} Καλῶς.
훌륭합니다.
{ΞΕ.} Λέγωμεν δὴ καθ' ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.
그러면 우리 도대체 어떤 방식에 따라 많은 이름들로 이 동일한 것을 그 때마다 우리가 부르고 있는지 말해 봅시다.
{ΘΕΑΙ.} Οἷον δὴ τί; παράδειγμα εἰπέ.
그럼 어떠한 무엇입니까? 당신께서 본을 말씀해 주세요.
{ΞΕ.} Λέγομεν ἄνθρωπον δήπου πόλλ' ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα [Stephanus page 251, section b, line 2] ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.
우리는 아마도 어떤 많은 이름들을 붙이면서 사람을 이야기합니다, 그에게 몸들도 덧붙이고 모습들도 크기들도 나쁜 것들도 탁월함들도 덧붙이면서, 그것들 전부 그리고 그 각각의 수없이 많은 것들 안에 오직 인간 자체만이 있다고 우리가 말하지는 않고, 좋음과 또한 다른 무한한 것들도 있다고 말하는 그러한 것들을 말이죠, 그리고 또 다른 것들도 그 동일한 논변에 따라 그렇게 각각을 하나로 전제하면서 다시 그것을 여러 가지 것들로 그리고 여러 이름들로 이야기합니다.
ἐπονομάζοντες : ἐπονομάζω part. apply a word as a name to a thing.
ἐπιφέροντες : confer, impose, upon.
{ΘΕΑΙ.} Ἀληθῆ λέγεις.
참된 말씀이십니다.
{ΞΕ.} Ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν· εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις [Stephanus page 251, section c, line 4] ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι.
제가 생각하기로는 어떤 연유로 우리가 젊은이들과 또 노인들 중 배움이 더딘 이들에게 잔칫상을 차려 주었습니다: 왜냐하면 곧장 그들 모두에게 여럿이 하나이고 하나가 여럿이기는 불가능하다는 것이 수중에 확보되고, 또 아마도 그들은 사람이 선하다고 말하는 것을 받아들이지 않으면서, 하지만 좋음은 좋음이고, 인간은 인간이라고 말하는 것을 받아들이며 기뻐하기 때문입니다. 왜냐하면 테아이테토스, 제가 생각하기로는, 당신은 자주 이러한 것들에 열중한 자들과 대화하고 있으니까요, 때로 더 나이 많은 사람들과, 그리고 분별에 관련한 소유의 결핍 하에서 이와 같은 것들을 그들이 궁금하게 여긴 자들과, 그리고 더 나아가 어떤 완전한 지혜를 바로 이것에 있어서 얻었다고 생각하는 자들과 말이죠.
Ὅθεν : whence.
ὀψιμαθέσι : ὁψιμαθής. late in learning, late to learn.
θοίνην : meal, feast. dinner.
παρεσκευάκαμεν : παρασκευάζω pf. get ready, prepare.
ἀντιλαβέσθαι : ἀντιλαμβάνω aor. med. inf. lay hold of, take in hand. hold back.
χαίρουσιν : χαίρω. rejoice. be glad.
ἐῶντες : ἐάω part. ἐᾱν χαίρειν τινά. dismiss from one's mind, put away, renounce.
ἐντυγχάνεις : ἐντυγχάνω. converse with, talk to. τινί.
ἐσπουδακόσιν : σπουδάζω pf. part.
ἐνίοτε : at times, sometimes.
ἀνηυρηκέναι : ἀνευρίσκω pf. inf. find out, discover. gain. think out.
{ΘΕΑΙ.} Πάνυ μὲν οὖν.
확실히 그렇긴 합니다.
{ΞΕ.} Ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.
따라서 그 모든 자들을 향해 우리에게 그 논변이 언제든 존재에 관해서 무엇이 되었든 논의하였던 그 모든 자들을 향하게끔, 이 자들을 향하고 또 다른 자들, 앞서 우리가 대화한 그 모든 자들로도 향하게 합시다, 지금 물음에 있어서 논의될 것 같은 것들에 있어서.
{ΘΕΑΙ.} Τὰ ποῖα δή;
실로 어떠한 것들입니까?
{ΞΕ.} Πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προς-[Stephanus page 251, section d, line 6]άπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλ' ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρ' ἡμῖν λόγοις τιθῶμεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων, ὦ Θεαίτητε, τί ποτ' ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;
존재를 우리가 운동에도 정지에도 적용하지 않을 것이고 또 다른 어떤 것도 또 다른 어떤 것에도 적용하지 않을 것이지만, 뒤섞이지 않고 있는 것들로서 그리고 그것들 서로 간에 함께 취함이 불가능한 것으로서 그렇게 그것들을 우리의 논변들에서 우리가 정립시킬까요? 아니면 우리가 모든 것들을 똑같은 것으로(한 곳으로) 상호간에 공유함이 가능한 것들로서 모아 넣을까요? 혹은 일부는 그렇고 나머진 그렇지 않다고? 테아이테토스, 이러한 것들 중에 도대체 무엇을 그들 스스로 선호한다고 우리가 말하겠습니까?
ἄμεικτα : unmigled.
προαιρεῖσθαι : προαιρέω mp. inf. choose, prefer.
{ΘΕΑΙ.} Ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι.
제 자신은 그런 일들에 관하여 그것들에 대해 답할 아무런 것도 지니고 있지 못합니다.
{ΞΕ.} Τί οὖν οὐ καθ' ἓν ἀποκρινόμενος ἐφ' ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;
그러면 어째서 당신께서는 그 귀결들을 각각에 관하여 하나씩 대답하면서 살펴보지 않으셨습니까?
{ΘΕΑΙ.} Καλῶς λέγεις.
Stephanus page 251, section e, line 7
훌륭한 말씀이십니다.
{ΞΕ.} Καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;
그리고 우리 그들이 다음과 같이 말한다고 칩시다, 당신이 원한다면요, 우선 그 어떤 것도 그 무엇과도 단 하나도 어떤 것에 대해서도 공유되는 것들을 지닐 수 없다고 말이죠. 운동과 정지는 어떤 식으로도 전혀 존재를 나눠 갖지 않겠지요?
μεθέξετον : μετέχω dual, fut. c.gen.
{ΘΕΑΙ.} Οὐ γὰρ οὖν.
그야 그렇지 않으니까요.
{ΞΕ.} Τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν;
그럼 어떻습니까? 그것들 중 어느 쪽은 존재에 참여하지 않으면서 있게 될까요?
{ΘΕΑΙ.} Οὐκ ἔσται.
그렇지 않을 것입니다.
{ΞΕ.} Ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατ' εἴδη τὰ ὄντα κατὰ ταὐτὰ [Stephanus page 252, section a, line 8] ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί· πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότ' εἶναι.
그래서 금새 이와 같은 동의로 온갖 혼란들이 생겨났습니다, 보이기로는, 곧장 모든 것을 운동시키는 사람들과 하나로서 멈춰 세워놓는 자들의 혼란이, 그리고 형상들에 따라 있는 것들이 그 자체로 마찬가지 상태들로 영원히 있다고 말하는 모든 자들이 말이지요: 왜냐하면 그들 전부가 있다라는 바로 그것을 적용하기 때문입니다, 일부는 실제로 운동하게 된다고 말하면서, 다른 사람들은 실제로 정지해 있다고 말하면서요.
{ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.
정확히 그렇습니다.
{ΞΕ.} Καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξις.
Stephanus page 252, section b, line 7

{ΘΕΑΙ.} Ὀρθῶς.

{ΞΕ.} Ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος ἑτέρου θάτερον προσαγορεύειν.

{ΘΕΑΙ.} Πῶς;

{ΞΕ.} Τῷ τε “<εἶναί>“ που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ “<χωρὶς>“ καὶ τῷ “<τῶν ἄλλων>“ καὶ τῷ “<καθ' αὑτὸ>“ καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν [Stephanus page 252, section c, line 7] τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.

{ΘΕΑΙ.} Κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.

{ΞΕ.} Τί δ', ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;

{ΘΕΑΙ.} Τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.

{ΞΕ.} Πῶς;

{ΘΕΑΙ.} Ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτ' ἂν καὶ [Stephanus page 252, section d, line 7] στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπ' ἀλλήλοιν.

{ΞΕ.} Ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;

{ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

{ΞΕ.} Τὸ τρίτον δὴ μόνον λοιπόν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.

{ΘΕΑΙ.} Πῶς γὰρ οὔ;
Stephanus page 252, section e, line 4

{ΞΕ.} Καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει.

{ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

{ΞΕ.} Ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δ' οὔ, σχεδὸν οἷον τὰ γράμματα πεπονθότ' ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.

{ΘΕΑΙ.} Πῶς δ' οὔ;

{ΞΕ.} Τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον [Stephanus page 253, section a, line 5] δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.

{ΘΕΑΙ.} Καὶ μάλα γε.

{ΞΕ.} Πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἢ τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό;

{ΘΕΑΙ.} Τέχνης.

{ΞΕ.} Ποίας;

{ΘΕΑΙ.} Τῆς γραμματικῆς.

{ΞΕ.} Τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους ἆρ' οὐχ οὕτως; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ [Stephanus page 253, section b, line 3] τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς ἄμουσος;

{ΘΕΑΙ.} Οὕτως.

{ΞΕ.} Καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν τοιαῦτα εὑρήσομεν ἕτερα.

{ΘΕΑΙ.} Πῶς δ' οὔ;

{ΞΕ.} Τί δ'; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρ' οὐ μετ' ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα οὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντ' ἄττ' αὔτ' [Stephanus page 253, section c, line 2] ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ δι' ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;

{ΘΕΑΙ.} Πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης;

{ΞΕ.} Τίν' οὖν αὖ [νῦν] προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην; ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον;

{ΘΕΑΙ.} Πῶς λέγεις;

{ΞΕ.} Τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος [Stephanus page 253, section d, line 2] ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκτικῆς φήσομεν ἐπιστήμης εἶναι;

{ΘΕΑΙ.} Ναί, φήσομεν.

{ΞΕ.} Οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρίς, πάντῃ διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ δι' ὅλων πολλῶν ἐν ἑνὶ συνημμένην, καὶ πολλὰς χωρὶς πάντῃ διωρισμένας· τοῦτο δ' ἔστιν, ᾗ τε κοινωνεῖν ἕκαστα δύναται καὶ ὅπῃ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.
Stephanus page 253, section e, line 3

{ΘΕΑΙ.} Παντάπασι μὲν οὖν.

{ΞΕ.} Ἀλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλῳ δώσεις, ὡς ἐγᾦμαι, πλὴν τῷ καθαρῶς τε καὶ δικαίως φιλοσοφοῦντι.

{ΘΕΑΙ.} Πῶς γὰρ ἂν ἄλλῳ δοίη τις;

{ΞΕ.} Τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ καὶ νῦν καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν χαλεπὸν ἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον ἥ τε τοῦ σοφιστοῦ χαλεπότης ἥ τε τούτου.

{ΘΕΑΙ.} Πῶς;
Stephanus page 254, section a, line 4

-작성중-

+ Recent posts