{ΞΕ.} Οὐδὲν ἀλλ' ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.

{ΘΕΑΙ.} Κομιδῇ μὲν οὖν.

{ΞΕ.} Ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;

{ΘΕΑΙ.} Οὐκοῦν ἀμφοῖν χρή.

[226b1]
{ΞΕ.} Χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε· τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;

{ΘΕΑΙ.} Καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;

{ΞΕ.} Τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ †διακρίνειν.†

{ΘΕΑΙ.} Τί μήν;

{ΞΕ.} Καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;

[226c1]
{ΘΕΑΙ.} Τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;

{ΞΕ.} Διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.

{ΘΕΑΙ.} Τίνα προσειπόντες;

{ΞΕ.} Διακριτικήν.

{ΘΕΑΙ.} Ἔστω.

{ΞΕ.} Σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.

{ΘΕΑΙ.} Ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.

{ΞΕ.} Καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ' ὅμοιον ἀφ' ὁμοίου.

{ΘΕΑΙ.} Σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.

{ΞΕ.} Τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.

{ΘΕΑΙ.} Λέγε τί.

[226d9]
{ΞΕ.} Πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.

{ΘΕΑΙ.} Λέγεται γὰρ οὖν.

{ΞΕ.} Οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;

{ΘΕΑΙ.} Ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε καθορῶ νῦν.

{ΞΕ.} Καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.

[226e7]
{ΘΕΑΙ.} Ποῖα καὶ τίνι;

{ΞΕ.} Τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμνας-τικῆς ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται· καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.

{ΘΕΑΙ.} Μάλα γε.

{ΞΕ.} Παντάπασι μὲν οὖν, ὦ Θεαίτητε. ἀλλὰ γὰρ τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν [Stephanus page 227, section a, line 9] ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ ἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλ' ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν [Stephanus page 227, section c, line 2] εὐπρεπέστατον εἶναι δόξει· μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.

{ΘΕΑΙ.} Ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ σῶμα χωρὶς ὄν.

{ΞΕ.} Πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν. [Stephanus page 227, section d, line 2]

{ΘΕΑΙ.} Καθ' ὁποῖ' ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.

{ΞΕ.} Πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;

{ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

{ΞΕ.} Καὶ μὴν καθαρμός γ' ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.

{ΘΕΑΙ.} Ἦν γὰρ οὖν.

{ΞΕ.} Καὶ ψυχῆς ἄρα, καθ' ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.
[Stephanus page 227, section d, line 12]

{ΘΕΑΙ.} Καὶ μάλα γε.

{ΞΕ.} Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.

{ΘΕΑΙ.} Ποῖα;

{ΞΕ.} Τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ' οἷον αἶσχος ἐγγιγνόμενον.

{ΘΕΑΙ.} Οὐκ ἔμαθον.

{ΞΕ.} Νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;

{ΘΕΑΙ.} Οὐδ' αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.

{ΞΕ.} Πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει [Stephanus page 228, section a, line 8] συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;

{ΘΕΑΙ.} Οὐδέν.

{ΞΕ.} Ἀλλ' αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;

{ΘΕΑΙ.} Οὐδαμῶς ἄλλο.

{ΞΕ.} Τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;

{ΘΕΑΙ.} Καὶ σφόδρα γε.

{ΞΕ.} Συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.
[Stephanus page 228, section b, line 7]

{ΘΕΑΙ.} Πῶς γὰρ οὔ;

{ΞΕ.} Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.

{ΘΕΑΙ.} Ὀρθότατα μὲν οὖν.

{ΞΕ.} Τί δ'; ὅσ' <ἂν> κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ' ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;

{ΘΕΑΙ.} Δῆλον ὡς ὑπὸ ἀμετρίας.
[Stephanus page 228, section c, line 7]

{ΞΕ.} Ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.

{ΘΕΑΙ.} Σφόδρα γε.

{ΞΕ.} Τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.

{ΘΕΑΙ.} Πάνυ μὲν οὖν.

{ΞΕ.} Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.

{ΘΕΑΙ.} Ἔοικεν.

{ΞΕ.} Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ [Stephanus page 228, section d, line 7] γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.

{ΘΕΑΙ.} Ναί.

{ΞΕ.} Τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.

{ΘΕΑΙ.} Κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.
[Stephanus page 228, section e, line 6]

{ΞΕ.} Οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;

{ΘΕΑΙ.} Τίνε τούτω;

{ΞΕ.} Περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.

{ΘΕΑΙ.} Φαίνεσθον.

{ΞΕ.} Οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα Δίκῃ.

{ΘΕΑΙ.} Τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν.
[Stephanus page 229, section a, line 8]

{ΞΕ.} Τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;

{ΘΕΑΙ.} Οὐδεμίαν.

{ΞΕ.} Φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον [εἶναι] ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει.

{ΘΕΑΙ.} Σκοπῶ.

{ΞΕ.} Καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.

{ΘΕΑΙ.} Πῇ;

{ΞΕ.} Τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν [Stephanus page 229, section b, line 8] ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ' ἑνὶ [γένει] τῶν αὑτῆς ἑκατέρῳ.

-작성중-

+ Recent posts