{ΣΩ.} Ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπ' αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλ' εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.
자네 말이 맞네. 알다시피 이를 위해 모든 진술들을 위아래로 뒤집어 면밀히 검토해야만 하지, 그 기술을 향하는 어떤 더 쉽고 더 간단한 길이 어딘가에서 나타나는지, 숱한 어리석음과 고난의 길로 돌아서지 않도록, 짧고도 순조로운 길이 가능한데도 말일세. 허나 만일 자네가 뤼시아스나 다른 누군가에게서 어떤 식으로 무언가 도움될 만한 것을 들어서 지니고 있다면, 기억을 떠올려 말해주길 시도해 보아 주게.
{ΦΑΙ.} Ἕνεκα μὲν πείρας ἔχοιμ' ἄν, ἀλλ' οὔτι νῦν γ' οὕτως ἔχω.
시도야 해 볼 수 있겠습니다만, 지금은 전혀 그런 식으로는 못합니다.
{ΣΩ.} Βούλει οὖν ἐγώ τιν' εἴπω λόγον ὃν τῶν περὶ ταῦτά [Stephanus page 272, section c, line 8] τινων ἀκήκοα;
그럼 괜찮다면 내가 그런 것들에 관하여 어떤 이들에게 들은 바의 것들 중 어떤 진술을 얘기해 볼까?
{ΦΑΙ.} Τί μήν; 왜 아니겠습니까?
{ΣΩ.} Λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.
그야, 파이드로스, 늑대가 말하는 것 또한 정당하다는 말이 있지.
{ΦΑΙ.} Καὶ σύ γε οὕτω ποίει. 당신께서도 그리 해주세요.
{ΣΩ.} Φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδ' ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατ' ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα [Stephanus page 272, section d, line 7] ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ· τοῦτο δ' εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν. οὐδὲ γὰρ αὐτὰ <τὰ> πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.
그러니까 그들은 그런 것들을 그렇게 과장할 필요도 전혀 없고 길게 에둘러가며 위로 이끌어 올릴 필요도 없다고 말한다네. 왜냐하면 전적으로, 우리가 이 진술의 시작부터도 말한 바이네만, 정의롭거나 선한 일들에 관한 사태들의 진리에, 혹은 말하자면 본성이나 습성상 이러한 사람들의 경우, 장차 수사술에 능한 자이기에 족할 자는 관여할 필요가 전혀 없을 것이라는 점 때문이지. 왜냐하면 그 어떤 법정에서도 이런 일들의 진리는 전혀 관심사가 아니고, 오히려 그럴 법함이 관심사이기 때문이라는 걸세. 그런데 그럴 듯함이 이것이라고 한다네, 장차 기술로써 말할 자가 주의를 기울여야 하는 것이 말일세. 왜냐하면 일어났던 일들 자체가 어떤 경우에는 진술될 필요도 없고, 만일 일어난 일들이 그럴싸하지 못하다면, 오히려 그럴싸한 것들이 진술될 필요가 있으며, 논고에서나 변론에서나, 진술하는 자가 온갖 방식으로도 그럴싸함을 추구해야하는 것이라 말하니까, 진리에는 숱한 작별을 고하면서 말이지.
{ΦΑΙ.} Αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι· ἀνεμνήσθην [Stephanus page 273, section a, line 4] γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα.
소크라테스, 당신께서는 진술들에 관하여 기술을 지닌 자들이라 호언하는 자들이 진술하는 것들을 관통하시는군요. 앞서 간략하게 그런 것을 우리가 건드렸었던 것이 기억났고, 그런 것들에 관련하는 자들에게는 그것이 굉장한 것으로 여겨지니까요.
{ΣΩ.} Ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς· εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν.
어쨌든 자네가 테시아스의 말은 확실히 발 디딘 적이 있지. 그러니까 테시아스로 하여금 우리에게 이 점도 말하게끔 하세, 그럴싸함은 다수에게 그리 여겨지는 것 외에 달리 아무것도 아니라고 그가 진술하는 건 아닌지.
{ΦΑΙ.} Τί γὰρ ἄλλο; 그야 달리 무엇이겠습니까?
{ΣΩ.} Τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν [Stephanus page 273, section b, line 7] μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι τῷ <Πῶς δ' ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα;> ὁ δ' οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχ' ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτ' ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα. οὐ γάρ, ὦ Φαῖδρε;
그래서 이러한 지혜롭고도 기술적인 것을 발견하여 다음과 같이 썼던 것 같군. 만일 누군가 허약하며 용맹한 자가 힘 세고 겁 많은 자를 두들겨 패고서, 히마티온이나 뭐 다른 것을 벗어 던지고, 법정에 올라, 그 둘 중 누구도 진실을 진술하지 않아야 하고, 오히려 겁 많은 자는 그 용맹한 자에 의해서만 두들겨 맞은 것이 아니라고 말해야 하는가 하면, 다른 쪽 사람은 두 사람뿐이 아니었다는 식으로 이것을 반박해야 하며, "이와 같은 내가 어떻게 이와 같은 자에게 손을 댔겠는가?"라는 저 구절을 써야 하는데, 다른 쪽은 자신의 죄악을 말하지 않을 것이고, 오히려 다른 무언가를 거짓으로 둘러대고자 시도하여 아마 어떤 식으로 반박거리를 법정의 상대에게 내놓을 것이라고 말일세. 게다가 다른 일들에 관하여서도 기술로써 진술되는 것들이 이런 어떤 것들이라고 썼던 것 같네. 아니 그런가, 파이드로스?
{ΦΑΙ.} Τί μήν; 왜 아니겠습니까?
{ΣΩ.} Φεῦ, δεινῶς γ' ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτ' ὢν τυγχάνει καὶ [Stephanus page 273, section c, line 9] ὁπόθεν χαίρει ὀνομαζόμενος. ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ -
아아, 테이시아스든 혹은 도대체가 아무래도 상관없고 아무데서나 이름붙어도 만족하는 다른 누구든 그가 무서울 만치 감추어져 있던 기술을 찾아낸 듯하군. 그럼에도 불구하고, 동료여, 이 사람에게 우리가 진술을 하겠는가 아니면 하지 않겠는가 -
{ΦΑΙ.} Τὸ ποῖον; 어떤 것을 말이죠?
{ΣΩ.} Ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς δι' ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν. ὥστ' εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς [Stephanus page 273, section d, line 8] νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατ' εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθ' ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτ' ἔσται τεχνικὸς λόγων πέρι καθ' ὅσον δυνατὸν ἀνθρώπῳ. ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας· ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν. οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι [Stephanus page 274, section a, line 1] μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν. ὥστ' εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς. ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.
테이시아스여, 이전에 우리는, 당신이 다가오기 전까지도, 마침 혹시 이러한 그럴싸함이 많은 사람들에게 진리와의 유사성을 통해 그 안에 생겨나 버린다고 진술하던 참이오. 그런데 그 유사성들을 방금 우리는 모든 경우에 진리를 아는 자가 가장 훌륭하게 발견할 수 있다고 상술하였소. 그래서 만일 당신이 진술들의 기술에 관하여 다른 뭔가를 진술한다면, 우리가 들을 것이오. 허나 그렇지 않다면, 우리는 우리가 지금까지 상술한 것들에 설득될 것이오, 만일 누군가 청자들의 본성들을 헤아려내지 못한다면, 그리고 ~인 것들을 종들에 따라 나누고 각기 하나씩 하나의 형상으로 아우를 능력도 없다면, 결코 진술들에 관하여 인간에게 능력이 닿는 한에서 기술을 갖춘 자일 수 없으리라고 한 것에 말이오. 그런데 이런 것들은 숱한 전념이 없이는 결코 획득되지 않을 것이오.
{ΦΑΙ.} Παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.

{ΣΩ.} Ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν.

{ΦΑΙ.} Καὶ μάλα.
[Stephanus page 274, section b, line 3] {ΣΩ.} Οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.

{ΦΑΙ.} Τί μήν;
{ΣΩ.} Τὸ δ' εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἦ γάρ;

{ΦΑΙ.} Ναί.
{ΣΩ.} Οἶσθ' οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων;

{ΦΑΙ.} Οὐδαμῶς· σὺ δέ;
{ΣΩ.} Ἀκοήν γ' ἔχω λέγειν τῶν προτέρων, τὸ δ' ἀληθὲς [Stephanus page 274, section c, line 2] αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γ' ἂν ἔθ' ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;

{ΦΑΙ.} Γελοῖον ἤρου· ἀλλ' ἃ φῂς ἀκηκοέναι λέγε.

{ΣΩ.} Ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δ' αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ [Stephanus page 274, section d, line 4] Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δ' ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ' ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, “Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα,” ἔφη ὁ Θεύθ, “σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον [Stephanus page 274, section e, line 7] ηὑρέθη.” ὁ δ' εἶπεν· “Ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίν' ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, δι' εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπ' ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφ' αὑτῶν ἀναμιμνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες [Stephanus page 275, section b, line 1] εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.”

{ΦΑΙ.} Ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.

{ΣΩ.} Οἱ δέ γ', ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπ' εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν· σοὶ δ' ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός. οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;

[Stephanus page 275, section c, line 3] {ΦΑΙ.} Ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.

{ΣΩ.} Οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.

{ΦΑΙ.} Ὀρθότατα.
{ΣΩ.} Δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτ' ἔχει γραφή, καὶ [Stephanus page 275, section d, line 5] ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δ' ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ. ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δ' αὕτως παρ' οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή. πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτ' ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.

[Stephanus page 275, section e, line 6] {ΦΑΙ.} Καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.

{ΣΩ.} Τί δ'; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;

{ΦΑΙ.} Τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;

{ΣΩ.} Ὃς μετ' ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.

{ΦΑΙ.} Τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ ὁ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.


-작성중-

+ Recent posts